Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-33
Not analysed yet
Ἀλλ' ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμερον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδὸν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. Ἐγένετο δὲ, φησὶν, ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἐλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ Συμοβὸρ βασιλέως Σεβοεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐτῶν γνώμην. Οὗτοι γὰρ, φησὶ, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε. Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ' αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ' ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ' ἴσως εἴποι τις ἄν· καὶ τί μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφὴ ταῦτα τῇ διηγήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ' ἵνα προϊούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησὶ, τοὺς τοσαύτην δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπωσαμένους Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ Ἀδαμὰ, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χοδολογομὸρ, καὶ Θαρθὰκ, καὶ Ἀμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου. Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· Καὶ ἔφυγεν ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγενημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄεσαν. Ἔλαβον δὲ, φησὶ, καὶ τὴν ὀρεινὴν, καὶ πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. Ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ' ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἦν αὐτῷ τῆς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἢ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχωρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολλῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλωτος, ἄοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστὶν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ' ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. Ἔλαβον γὰρ, φησὶ, τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ. Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα καταδέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμόνοιαν, ἢ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; Παραγενόμενος δέ τις, φησὶ, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Πῶς τοσούτου πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρχης; ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι' ὃ καὶ ἠγνόησεν. Ἐλθὼν δέ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ· ἵνα ἡμᾶς ἀναμνήσῃ, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφράτου τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐτοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο.