Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-41
Not analysed yet
Τί λέγεις, ὅτι τὸ σαυτοῦ πεποίηκας; Ἀπώλεσας τὴν θήραν, διήμαρτες τοῦ θησαυροῦ, καὶ τὸ σεαυτοῦ πεποίηκας; Τότε ἂν ἦς τὸ σαυτοῦ πεποιηκὼς, εἰ μὴ ἔῤῥιψας ἀπὸ τῶν χειρῶν τὸν θησαυρὸν, εἰ μὴ παρέδραμες τὴν ἄγραν, εἰ μὴ ἀφοσιώσει τῇ μέχρι ῥημάτων τὴν φιλοξενίαν ἐπεδείξω. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ τί; Ὁρῶν ἀντιτείνοντας καὶ εἰς τὴν πλατείαν καταλῦσαι βουλομένους (τοῦτο δὲ ἐποίουν οἱ ἄγγελοι, ἐπὶ πλέον ἐκκαλύψαι τὴν ἀρετὴν βουλόμενοι τοῦ δικαίου, καὶ παιδεῦσαι πάντας ἡμᾶς, ὅση αὐτοῦ ἡ φιλοξενία), λοιπὸν αὐτὸς οὐκ ἔτι ἀνέχεται διὰ λόγων τὴν παράκλησιν ποιεῖσθαι, ἀλλὰ καὶ βίαν ἐπιτίθησι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔνθα γὰρ ἂν πνευματικὸν πρόκειται κέρδος, εὔκαιρος ἡ ἀνάγκη καὶ ἡ βία ἐπαινετή. Καὶ κατεβιάζετο, φησὶν, αὐτούς. Ἐμοὶ δοκεῖ καὶ ἄκοντας αὐτοὺς ἕλκειν. Εἶτα ἐπειδὴ εἶδον τὸν δίκαιον ἔργον τοῦτο τιθέμενον, καὶ οὐ πρότερον ἀφιστάμενον, εἰ μὴ τὸ σπουδαζόμενον αὐτῷ εἰς ἔργον ἀγάγοι, Ἐξέκλιναν, φησὶ, πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. Εἶδες καὶ ἐνταῦθα οὐκ ἐν τῇ πολυτελείᾳ τῆς τραπέζης τὴν φιλοξενίαν ἐπιδεικνυμένην, ἀλλὰ ἐν τῇ δαψιλείᾳ τῆς γνώμης; Ἐπειδὴ γὰρ ἴσχυσεν αὐτοὺς εἰσαγαγεῖν εἰς τὸν οἶκον αὐτοῦ, εὐθέως τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο. Καὶ ἐκεῖνος μὲν πρὸς τὴν θεραπείαν αὐτῶν παρεσκευάζετο, καὶ τὰ τῆς ἑστιάσεως παρεῖχε, καὶ πᾶσαν ἐπεδείκνυτο τιμὴν καὶ θεραπείαν πρὸς τοὺς παραγενομένους, ἀνθρώπους αὐτούς τινας ὁδίτας εἶναι νομίζων. Οἱ δὲ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ μόνον τούτων ἴδωμεν τὴν μανίαν τὴν πάσης συγγνώμης ἀπεστερημένην· ἀλλ' ἐννοήσωμεν, πῶς ὁ δίκαιος ἐν μέσῳ τοιούτων θηρίων οὕτως ἀλλοκότων οἰκῶν, οὕτω διέλαμψε καὶ τοσαύτης ἀρετῆς ὑπερβολὴν ἐπεδείξατο, πῶς ἐνεγκεῖν ἠδυνήθη τὴν ἀνομίαν αὐτῶν, πῶς οὐκ ἔφυγε τὴν αὐτόθι οἴκησιν, πῶς τῆς πρὸς αὐτοὺς διαλέξεως ἠνείχετο. Πῶς, ἐγὼ λέγω. Προειδὼς ὁ τῶν ὅλων Δεσπότης τὴν ὑπερβάλλουσαν αὐτῶν πονηρίαν, ᾠκονόμησε τὸν δίκαιον τοῦτον αὐτόθι κατοικῆσαι, ἵνα καθάπερ ἰατρὸς ἄριστος τῶν ἀῤῥωστημάτων αὐτῶν περιγενέσθαι δυνηθῇ. Ἀλλ' ὁρῶν αὐτοὺς ἀνίατα νοσοῦντας, καὶ μηδεμίαν θεραπείαν ἐπιδέξασθαι βουλομένους, οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ὁ ἰατρός· κἂν ἴδῃ τὰ πάθη νικῶντα τὴν τέχνην, οὐ παύεται τὰ παρ' ἑαυτοῦ πληρῶν, ἵνα, ἂν μὲν τῷ χρόνῳ ἀνακτήσασθαι δυνηθῇ τὸν κάμνοντα, δείξῃ τὴν περιουσίαν τῆς τέχνης· εἰ δὲ μηδὲν πλέον ἀνύει, ἔχῃ τὴν μεγίστην ἀπολογίαν, ὅτι οὐδὲν τῶν προσηκόντων εἰς αὐτὸν παρέλιπεν· ὃ δὴ καὶ ἐνταῦθα γεγένηται. Ὁ μὲν γὰρ δίκαιος οὗτος καὶ τούτων ἐν μέσῳ ἀναστρεφόμενος, καὶ οὕτως ἔμενε δίκαιος πολλὴν τὴν φιλοσοφίαν ἐκδεικνύμενος· ἐκεῖνοι δὲ καὶ διὰ τοῦτο ἦσαν πάσης συγγνώμης ἀπεστερημένοι, ὅτι οὐ μόνον οὐκ ἔληξαν τῆς κακίας, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἐπέτειναν. Ὅρα γάρ· Περιεκύκλωσαν, φησὶ, τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβύτου, ὁ λαὸς ἅμα. Μεγίστη τῆς πονηρίας ἡ συμφωνία, πολλὴ τῆς κακίας ἡ φορὰ, ἄφατος τῆς παρανομίας ἡ ὑπερβολὴ, ἀσύγγνωστος ἡ ἐπιχείρησις. Ἀπὸ νεανίσκου, φησὶν, ἕως πρεσβύτου. Οὐ μόνον ἡ νεότης, φησὶν, ἦν ἡ τὰ παράνομα ταῦτα ἐπιζητοῦσα, ἀλλὰ καὶ οἱ πρεσβῦται τὴν ἡλικίαν, καὶ πᾶς ὁ λαὸς ἅμα. Καὶ οὔτε τὴν τόλμαν τὴν ἀναιδῆ καὶ ἀναίσχυντον ταύτην ᾐδοῦντο, οὔτε τὸν ἀκοίμητον ὀφθαλμὸν εἰς ἔννοιαν ἐλάμβανον, οὔτε τὸν δίκαιον ᾐσχύνοντο, οὔτε τῶν ξένων νομιζομένων καὶ ἐπὶ τὴν τοῦ δικαίου φιλοξενίαν αὐτόθι καταλυσάντων ἐφείδοντο, ἀλλ' ἀπηρυθριασμένως καὶ γυμνῇ, ὡς εἰπεῖν, τῇ κεφαλῇ τὰ τῆς ἀσελγείας ἐκεῖνα ῥήματα λέγοντες προσίασι, καὶ καλέσαντες τὸν δίκαιον, ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς ὑμᾶς; Ἐξάγαγε αὐτοὺς, ἵνα συγγενώμεθα αὐτοῖς. Διὰ ταύτην αὐτῶν οἶμαι τὴν ἐπιχείρησιν, καὶ τὴν παράνομον πονηρίαν, καὶ τὸν δίκαιον μέχρι τῆς ἑσπέρας παρακαθῆσθαι, ὥστε μηδενὶ συγχωρῆσαι τῶν ὁδιτῶν ἀγνοοῦντι περιπεσεῖν ταῖς ἐκείνων πάγαις. Καὶ ὁ μὲν δίκαιος μετὰ τῆς φιλοξενίας, καὶ τῆς σωφροσύνης τῆς οἰκείας ἐπιδεικνύμενος τὴν ὑπερβολὴν, ταύτην ἐποιεῖτο τὴν σπουδὴν ὥστε πάντας τοὺς παροδεύοντας ὑποδέχεσθαι, καὶ μηδεὶς αὐτὸν λάθοι, εἰ καὶ τέως οὐκ ἀγγέλους, ἀλλ' ἀνθρώπους εἶναι ἐνόμιζεν. Οἱ δὲ παράνομοι ἐκεῖνοι μετὰ τοῦ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι οἷον ὁ δίκαιος, τὰ πᾶσαν κακίαν ἀποκρύπτοντα μόνα τολμᾷν ἐπετήδευον. Διὰ τοῦτο οὖν εἰς τὴν πλατεῖαν ἐβούλοντο καταλῦσαι, ἵνα παράσχωσι τῷ δικαίῳ ἀφορμὴν ἐπιδείξασθαι τὴν περὶ αὐτοὺς φιλοξενίαν, καὶ δείξωσιν αὐτῷ διὰ τῶν ἔργων ὡς ἀξίαν μέλλουσιν ὑφίστασθαι τὴν τιμωρίαν, οὕτω τὴν παρανομίαν μεθ' ὑπερβολῆς ἐπιδεικνύμενοι.