Ancient Greek
ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-43
Not analysed yet
Τοῦτο γὰρ ἀληθὲς συνοικέσιον, ὅταν τοσαύτη ἐν αὐτοῖς πολιτεύηται συμφωνία, ὅταν τοσοῦτος ᾖ ὁ σύνδεσμος, ὅταν οὕτως ὦσι τῇ ἀγάπῃ συνεσφιγμένοι. Καθάπερ γὰρ σῶμα πρὸς ἑαυτὸ οὐκ ἄν ποτε διαστασιάσειεν, οὐδὲ ψυχὴ πρὸς ἑαυτήν· οὕτως ἄνδρα καὶ γυναῖκα οὐ διαστασιάζειν, ἀλλ' ἡνῶσθαι χρή. Τότε γὰρ καὶ τὰ μυρία αὐτοῖς ἀγαθὰ ἐπιῤῥεῦσαι δυνήσεται. Ὅπου γὰρ ὁμόνοια τοσαύτη, ἐκεῖ πάντων τῶν ἀγαθῶν ἡ σύνοδος, ἐκεῖ ἡ εἰρήνη, ἐκεῖ ἡ ἀγάπη, ἐκεῖ ἡ εὐφροσύνη ἡ πνευματική· οὐδαμοῦ πόλεμος, οὐδαμοῦ μάχη, οὐδαμοῦ ἔχθρα καὶ φιλονεικία· ἀλλὰ ταῦτα πάντα ἐκποδὼν γίνεται, τῆς ῥίζης τῶν ἀγαθῶν, τῆς ὁμονοίας λέγω, ταῦτα πάντα ἀφανιζούσης. Ἀπέστειλε δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ἐνεγκόντα τῆς Σάῤῥας τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ τὸν βασιλέα ἀπαλλάττων τῆς παρανομίας. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα. Κατ' αὐτὸν, φησὶ, τὸν τοῦ ὕπνου καιρὸν ἐξαρπάσαι αὐτὸν βουλόμενος τῆς παρανομίας, ἐνέθηκεν αὐτοῦ τῇ διανοίᾳ τὴν γνῶσιν, καὶ τὰ λανθάνοντα αὐτῷ εἰς φῶς ἤγαγε, καὶ πολὺν τὸν φόβον αὐτῷ ἐπέτεινε, τὸν θάνατον ἀπειλήσας. Ἀποθνήσκεις γὰρ, φησὶ, περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα ἡ τοῦ Θεοῦ ἐπαγγελία ἡ εἰς τὸν πατριάρχην εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ πρὸ βραχέος ὑπέσχετο αὐτῷ τὸν Ἰσαὰκ τεχθήσεσθαι, ἐγγὺς δὲ λοιπὸν ὁ καιρὸς ἦν, ἵν' οὖν μὴ λυμήνηταί τι τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, τοσοῦτον φόβον τῷ Ἀβιμέλεχ ἐπιτίθησιν, ὡς καταπληχθέντα αὐτὸν μὴ τολμῆσαι ἐφάψασθαι τῆς Σάῤῥας. Διὰ γὰρ τοῦτο προσέθηκεν ἡ θεία Γραφὴ, ὅτι Ἀβιμέλεχ οὐχ ἥψατο αὐτῆς· ἀλλὰ καὶ ἀπολογεῖται ὑπὲρ τοῦ τολμήματος, καί φησι, Κύριε, ἔθνος δίκαιον καὶ ἀγνοοῦν ἀπολεῖς; Μὴ γὰρ αὐτοῦ εἰδὼς, φησὶ, γυναῖκα οὖσαν αὐτὴν, τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος τὸν ξένον; μὴ γὰρ ὡς γυναῖκα ἀφαιρούμενος; Ὡς ἀδελφὴν μέλλων λαμβάνειν τοῦτο διεπραξάμην, νομίζων καὶ ταύτῃ τιμήσειν καὶ αὐτόν. Ἔθνος οὖν ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; Μετὰ τοῦ δικαίου, φησὶ, πεποιηκότα με τὸ ἐπιχείρημα ἀπολεῖς; Εἶτα σαφέστερον ποιῶν ὅπερ ἔλεγε, φησίν· Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὕτη μοι εἶπεν, ὅτι Ἀδελφός μου ἐστί; Σκόπει πῶς εἶχον τὴν ὁμόνοιαν καὶ τὴν συμφωνίαν. Καὶ αὐτὸς, φησὶ, τοῦτό μοι εἶπε, καὶ αὕτη συνέθετο τοῖς παρ' αὐτοῦ λεγομένοις. Ἐν καθαρᾷ καρδίᾳ, καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο, φησίν· οὐχ ὥσπερ παράνομόν τι μέλλων διαπράττεσθαι, ἀλλ' ὡς νενομισμένον καὶ ἀκόλουθον, καὶ οὐδεμίαν ἔχον μέμψιν τοῦτο πεποίηκα. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης; Εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ' ὕπνον. Ὅρα πόσῃ συγκαταβάσει κέχρηται ὁ τῶν ὅλων Δεσπότης, τὴν οἰκείαν ἀγαθότητα διὰ πάντων ἐπιδεικνύμενος. Κἀγὼ ἔγνων, φησὶν, ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο. Οἶδα, φησὶν, ὅτι αὐτοὶ τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπατηθεὶς τοῖς παρ' αὐτῶν λεγομένοις τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, Ἐφεισάμην, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Πολλὴ τοῦ ῥήματος ἡ συγκατάβασις, μεγίστη τοῦ Δεσπότου ἡ φιλανθρωπία. Εἰς ἐμὲ, φησὶν, ἔμελλεν ἀνατρέχειν τὸ ἁμάρτημα. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις εἰς τινα τῶν οἰκετῶν πολλῆς ἀπολαύοντα τῆς τιμῆς παρὰ τοῦ δεσπότου ὑβριστικόν τι διαθῇ, οἰκείαν ἡγεῖται τὴν ὕβριν ὁ δεσπότης, καί φησιν· Ἐμὲ ὕβρισας δι' ὧν τὸν ἐμὸν οἰκέτην οὕτω διέθηκας· καὶ γὰρ τὰ εἰς ἐκεῖνον γινόμενα εἰς ἐμὲ διαβαίνει· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Δεσπότης, Ἐφεισάμην σου, φησὶ, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Ἐμοὶ, φησὶν, οἰκέται τυγχάνουσι, καὶ οὕτως αὐτῶν ποιοῦμαι πολλὴν τὴν κηδεμονίαν, ὅτι οἰκειοῦμαι τὰ εἰς αὐτοὺς γινόμενα, κἄν τε ἀγαθὰ ᾖ, κἄν τε ἐναντία· Ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. Ἐπειδὴ πολὺ αὐτῶν κήδομαι, τοῦτο εἰδὼς ὅτι ἐξ ἀγνοίας μέλλεις τὴν ὕβριν αὐτοῖς ταύτην ἐπάγειν, Ἐφεισάμην σου, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς ὡς ἑνὶ τῶν τυχόντων πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν. Ἀπόδος τοίνυν τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ. Ὅρα πῶς τὴν ἀρετὴν τοῦ δικαίου ἐκκαλύπτει· καὶ προφήτην αὐτὸν καλεῖ, καὶ μονονουχὶ παρασκευάζει τὸν βασιλέα ἱκέτην αὐτοῦ γενέσθαι. Προσεύξεται γὰρ περὶ σοῦ, καὶ ζήσῃ, φησίν. Ἐκεῖνος μὲν οὖν, δεδοικὼς τὸν παρὰ σοῦ θάνατον, τὸ δρᾶμα τοῦτο κατεσκεύασε, καὶ μονονουχὶ συνέπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ ὅτι αἱ παρ' ἐκείνου προσευχαὶ τὴν ζωήν σοι παρέξουσιν. Εἶτα ἵνα μὴ τῇ ἐπιθυμίᾳ φλεγόμενος, καὶ ὑπὸ τοῦ κάλλους τῆς Σάῤῥας ἡττώμενος, ἔλαττον φροντίσῃ τῶν προσταττομένων, ἐπιτείνει τὸν φόβον, καὶ τὴν τιμωρίαν ἐπαγγέλλεται μείζονα ἐπάξειν. Εἰ γὰρ μὴ ἀποδίδως, φησὶ, γνῶθι ὅτι ἀποθανῇ σύ τε καὶ πάντα τὰ σά. Οὐ μόνον αὐτὸς τῆς παρακοῆς, φησὶν, ὑφέξεις τὴν τιμωρίαν, ἀλλὰ καὶ πάντα τὰ σὰ διὰ σὲ θάνατος καταλήψεται. Διὰ τοῦτο δὲ κατὰ τὸν τῆς νυκτὸς καιρὸν ταῦτα ἅπαντα ὁ Θεὸς αὐτῷ διελέγετο, ἵνα μετὰ ἡσυχίας δεξάμενος τὴν παραίνεσιν, μετὰ πολλοῦ τοῦ φόβου τὸ προσταχθὲν εἰς ἔργον ἀγάγῃ. Εὐθέως γὰρ ὀρθρίσας Ἀβιμέλεχ, φησὶν, ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν.