Ancient Greek
ΟΜΙΛΙΑ ΝΑʹ Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-47
Not analysed yet
Μίμησαι τοίνυν ἐκείνου τὴν ὑπακοὴν, καὶ τοῖς παρ' ἐμοῦ λεγομένοις πίστευε, ἵνα πολυπλασίονος τῆς ἀμοιβῆς ἀξιωθῇς, ὑπέρ τε τῆς τοῦ πατρὸς ἀρετῆς, ὑπέρ τε τῆς οἰκείας ὑπακοῆς, καὶ μὴ καταβῇς εἰς Αἴγυπτον, ἀλλ' ἐνταῦθα μένε. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως διὰ τῆς μνήμης τῆς ἀρετῆς τοῦ πατρὸς τούτου τὸν λογισμὸν ἐνεύρωσε; Κατῴκησε δὲ, φησὶν, Ἰσαὰκ ἐν Γεράροις. Ὅρα τοῖς αὐτοῖς καὶ τοῦτον περιπίπτοντα σχεδὸν, οἷς ὁ πατὴρ περιέπεσεν. Ἐπειδὴ γὰρ τὴν κατοίκησιν ἐποιήσατο ἐν Γεράροις, Ἐπηρώτησαν, φησὶν, οἱ ἄνδρες τοῦ τόπου περὶ τῆς Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, Ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ μήποτε ἀποκτείνωσιν αὐτὸν, ἡττώμενοι τοῦ κάλλους τῆς γυναικός. Μήποτε γὰρ, φησὶν, ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἆρά γε γυνή σου ἐστίν; Τί ὅτι εἶπες, Ἀδελφή μου ἐστίν; Ἐπειδὴ ἐκ τῶν τεκμηρίων ἐφωράθη ὁ δίκαιος, οὐκέτι λοιπὸν ἀρνεῖται, ἀλλ' ὁμολογεῖ, καὶ τὴν αἰτίαν φανερὰν καθίστησι, δι' ἣν ἀδελφὴν καλέσαι κατεδέξατο. Εἶπε γὰρ, φησὶ, Μήποτε ἀποθάνω δι' αὐτήν· ὁ τοῦ θανάτου φόβος εἰς τοῦτό με ἐλθεῖν κατηνάγκασεν. Ἴσως δὲ μεμαθηκὼς ἦν, ὅτι καὶ ὁ πατὴρ τοῦτο τὸ δρᾶμα κατασκευάσας διέσωσεν ἑαυτὸν, καὶ διὰ τοῦτο καὶ αὐτὸς ταύτην ἦλθε τὴν ὁδόν. Ἀλλ' ὁ βασιλεὺς ἔναυλον ἔχων τὴν μνήμην ὧν πέπονθεν ἐπὶ τοῦ πατριάρχου τὴν Σάῤῥαν ἀφελόμενος, παραχρῆμα ὑπὸ τῆς ἄνωθεν ἐπιτιμήσεως ἑαυτὸν ὑπεύθυνον καταστήσας, φησὶ πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; Μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ' ἡμᾶς ἄγνοιαν. Ταύτην, φησὶ, τὴν ἀπάτην καὶ ἤδη ὑπέστημεν ὑπὸ τοῦ πατρὸς τοῦ σοῦ, καὶ νῦν εἰ μὴ ταχέως συνείδομεν, τὰ αὐτὰ ἂν ἐμέλλομεν ὑπομένειν, Καὶ ἐπήγαγες ἂν ἐφ' ἡμᾶς ἄγνοιαν. Καὶ γὰρ καὶ τότε δι' ἄγνοιαν ἁμαρτάνειν ἐμέλλομεν, καὶ νῦν ὑπὸ τῆς ἀγνοίας μικροῦ δεῖν ἡμᾶς ἁμαρτίᾳ περιπεσεῖν παρεσκεύασας. Συνέταξε δὲ, φησὶν, Ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου, ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτου ἔνοχος ἔσται Ὅρα Θεοῦ πρόνοιαν, ὅρα κηδεμονίαν ἄφατον. Ὁ γὰρ εἰπὼν αὐτῷ Μὴ καταβῇς εἰς Αἴγυπτον, καὶ κατοίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ· οὗτος ἦν ὁ ταῦτα πάντα οἰκονομῶν, καὶ τὸν δίκαιον ἐν τοσαύτῃ ἀσφαλείᾳ καθιστάς. Σκόπει γὰρ τὸν βασιλέα ἔργον τοῦτο ποιούμενον, ὥστε ἐν ἀδείᾳ διάγειν αὐτὸν, καὶ πάσης ἀπηλλάχθαι φροντίδος. Θάνατον γὰρ, φησὶν, ἠπείλησεν ἅπασιν, εἴ τις ἅψαιτο αὐτοῦ, ἢ τῆς γυναικὸς αὐτοῦ. Ἐπειδὴ γὰρ οὗτος ἦν ὁ φόβος, ὁ τοῦ θανάτου λέγω, κατασείων τοῦ δικαίου τὴν διάνοιαν, διὰ τοῦτο καὶ τοῦτον ἐκβληθῆναι πεποίηκεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ἐν πάσῃ ἀσφαλείᾳ αὐτὸν λοιπὸν διάγειν. Καὶ ὅρα τὸ θαυμαστὸν καὶ παράδοξον, πῶς εὐμήχανος ὢν καὶ σοφὸς καὶ πάντα κατὰ τὸ βούλημα τὸ οἰκεῖον μετασκευάζων, καὶ ἐν ἀπόροις πόρον εὑρίσκων, διὰ τῶν ἐναντίων αὐτῶν καὶ πολεμίων εἶναι νομίζεσθαι, διὰ τούτων τὴν ἀσφάλειαν τοῖς ἰδίοις θεράπουσι γενέσθαι προξενεῖ. Πόθεν γὰρ, εἰπέ μοι, ὁ βασιλεὺς οὗτος τοσαύτην τοῦ δικαίου ποιεῖται τὴν πρόνοιαν, μονονουχὶ ἀνακηρύττων αὐτὸν ἅπασι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ περιφανῆ δεικνὺς καὶ περισπούδαστον αὐτῷ; Οὕτω καὶ ὁ Ναβουχοδονόσορ μετὰ τὸ βαλεῖν εἰς τὴν κάμινον τοὺς παῖδας τοὺς τρεῖς, καὶ διὰ τῶν πραγμάτων μαθεῖν τῶν νέων τῶν αἰχμαλώτων τὴν ἀρετὴν, τότε ἀνακηρύττειν αὐτοὺς ἤρξατο, καὶ πανταχοῦ διὰ τῆς οἰκείας γλώττης περιφανεῖς καθιστᾷν. Τοῦτο γάρ ἐστι μάλιστα τῆς περιουσίας τῆς τοῦ Θεοῦ δυνάμεως, ὅταν διὰ τῶν ἐχθρῶν ἀνακηρύττεσθαι τοὺς αὐτοῦ δούλους παρασκευάζῃ. Καὶ ὁ μετὰ θυμοῦ τὴν κάμινον ἐκείνην ἐξαφθῆναι ποιήσας, ἐπειδὴ εἶδεν, ὅτι διὰ τὴν ἄνωθεν συμμαχίαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας περιεγένετο ἡ τῶν παίδων ἀρετὴ, ἀθρόον μεταβαλλόμενος ἐκραύγασε λέγων· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Ὅρα μὴ μόνον αὐτοὺς ἀνακηρύττοντα, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν ὅλων· Οἱ δοῦλοι γὰρ τοῦ Θεοῦ, φησὶ, τοῦ ὑψίστου, ἐξέλθετε. Τί γέγονεν; οὐ σὺ τῇ τιμωρίᾳ παρέδωκας; οὐ σὺ ἐπὶ τοσοῦτον ἐκκαυθῆναι τὴν κάμινον προσέταξας; Ναὶ, φησίν· ἀλλὰ νῦν ὁρῶ ξένα καὶ παράδοξα πράγματα. Τὸ γὰρ στοιχεῖον τοῦτο τῆς οἰκείας ἐνεργείας ἐπιλαθόμενον, ὥσπερ δεσμοῖς τισι πεδηθὲν, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, ὡς μηδὲ τῶν τριχῶν ἐφάψασθαι αὐτῶν. Ὅθεν ἔστι συνιδεῖν, ὅτι ὑπὲρ ἀνθρωπίνην φύσιν ἐστὶ τὸ γεγονὸς, καὶ ἀπόῤῥητός τις καὶ θεία δύναμίς ἐστιν ἡ ταῦτα ἐργαζομένη, καὶ τῶν παίδων τούτων τοσαύτην ποιουμένη τὴν πρόνοιαν. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως οὐκ ἐγκαταλιμπάνων τοὺς ἰδίους θεράποντας συνεχώρησεν εἰς τὴν κάμινον εἰσενεχθῆναι, ἀλλὰ καὶ αὐτοὺς βουλόμενος λαμπροτέρους ἐργάσασθαι, καὶ τὴν οἰκείαν δύναμιν ἐνδεικνύμενος, καὶ τοῦ βαρβάρου κατεμάλαξε τὴν διάνοιαν, καὶ τὴν τοσαύτην μακροθυμίαν ἐπεδείξατο; Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν, εἰ παρὰ τὴν ἀρχὴν ἐκώλυσεν αὐτοὺς εἰς τὴν κάμινον ἐμβληθῆναι, ὡς νῦν θαυμαστότερον γέγονε, καὶ πολὺ τὸ παράδοξον, ὅτι καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας οὐδὲν ἀηδὲς παθεῖν συνεχώρησεν. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τοὺς ἐν μέσοις δεινοῖς γεγενημένους ἀνωτέρους καθίστησι, καὶ τοὺς πάσχοντας τῶν ποιούντων δυνατωτέρους ἀπεργάζεται. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων ἐγένετο. Οἱ ἔχοντες γὰρ αὐτοὺς ἀπειλημμένους ἐν τῷ μέσῳ, καὶ μονονουχὶ τοὺς ὀδόντας θήγοντες κατ' αὐτῶν, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὑποχειρίους αὐτοὺς ἔχοντες, ἐν ἀπορίᾳ καθειστήκεισαν. Τοσοῦτόν ἐστιν ἡ ἀρετὴ ἰσχυρὸν, καὶ οὕτως ἡ κακία ἀσθενὲς, ὡς ἐκείνην μὲν καὶ ἐν τῷ πάσχειν περιγίνεσθαι, ταύτην δὲ καὶ ἐν τῷ ποιεῖν τὴν οἰκείαν ἀσθένειαν ἐπιδείκνυσθαι. Ὅπερ εἰδότες, ἀγαπητοὶ, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον, καὶ φεύγωμεν τὴν κακίαν. Οὕτω γὰρ καὶ τὴν ἄνωθεν ἐπισπασόμεθα ῥοπὴν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.