Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΝΒʹ Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-51
Not analysed yet
Τὰ λείψανα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τοῦ λόγου τὴν ἀκολουθίαν ἀναλαβόντας ἰδεῖν πάλιν τὸν δίκαιον Ἰσαὰκ, ὅσης ἀπολαύει τῆς ἄνωθεν κηδεμονίας. Ὁ γὰρ τὴν εἰς Αἴγυπτον κάθοδον αὐτοῦ διακωλύσας, καὶ εἰπὼν, Παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, οὕτως αὐτὸν διὰ πάντων περιφανῆ καθίστησιν, ὡς μετ' οὐ πολὺ ἐπίφθονον αὐτὸν γενέσθαι παρὰ τῷ βασιλεῖ Γεράρων. Ὁρῶντες γὰρ αὐτοῦ καθ' ἑκάστην ἡμέραν αὐξανομένην τὴν εὐπορίαν, ἐδεδοίκεισαν λοιπὸν τοῦ ἀνδρὸς τὴν αὐτόθι κατοίκησιν, καὶ μεταναστῆναι ἐκεῖθεν καταναγκάζουσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα διὰ πάντων θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἣν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Σκόπει μοι τοῦ Θεοῦ τὴν σοφίαν· ἵνα δείξῃ τῷ δικαίῳ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρον παρασχεῖν δύναται, καὶ ὅτι καὶ ἐξ ἀρχῆς αὐτὸς τὴν γῆν τῷ οἰκείῳ προστάγματι διήγειρε πρὸς τὴν τῶν καρπῶν βλάστην, παρασκευάσας τὸν δίκαιον ἑκατονταπλασίονα τῶν ὑπ' αὐτοῦ σπαρέντων ἐπὶ τῆς γῆς κομίσασθαι τὰ δράγματα, ὁμοῦ καὶ αὐτὸν ἐν πλείονι καθιστὰς εὐπορίᾳ, τῷ μηδενὸς ἐν χρείᾳ γενέσθαι, κἀκείνους διὰ τῶν ἔργων διδάσκων, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς, διὰ τῶν αὐτῶν πολλάκις πραγμάτων καὶ τοὺς οἰκείους εὐεργετεῖ, καὶ τοὺς ἔτι πεπλανημένους διδάσκεσθαι παρασκευάζει τῆς οἰκείας προνοίας τὴν δύναμιν. Τοῦτο καὶ μετὰ ταῦτα κατὰ τὴν Αἴγυπτον εἰργάσατο, ἐκείνοις μὲν τὰς τιμωρίας ἐπαγαγὼν, τὸν δὲ λαὸν τῶν Ἰσραηλιτῶν ἀπαθῆ διαφυλάττων. Ἐμάνθανον γὰρ οὐ μόνον διὰ τῆς κατ' αὐτῶν ἀγανακτήσεως τοῦ τῶν ὅλων Θεοῦ καὶ δημιουργοῦ τὴν δύναμιν, ἀλλὰ καὶ διὰ τῆς προνοίας τῆς εἰς ἐκείνους. Καὶ οὗτοι πάλιν οὐκ ἐκ τῆς εἰς αὐτοὺς προνοίας καὶ κηδεμονίας μόνον ἐδιδάσκοντο τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν περὶ αὐτοὺς φιλανθρωπίαν, ἀλλὰ καὶ δι' ὧν ἐκείνους ἑώρων καθ' ἑκάστην ἡμέραν τὰς πληγὰς δεχομένους. Καὶ διὰ τῶν αὐτῶν πραγμάτων καὶ τοῖς οἰκείοις καὶ τοῖς ἐναντίοις ἐδείκνυ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν. Καὶ γὰρ αὐτὰ τὰ στοιχεῖα τὴν παρ' ἑαυτῶν διακονίαν καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται τοῖς ὁμοδούλοις, ὅταν ὁ Δεσπότης εὐνοϊκῶς πρὸς αὐτοὺς διακέηται. Καὶ τοῦτο ἄν τις θεάσοιτο γεγονὸς ἐπὶ τοῦ δικαίου τούτου. Ὅπερ ἄλλοτε ἡ φύσις τῆς γῆς οὐκ ἐπεδείξατο, τοῦτο διὰ τὸ πρόσταγμα τοῦ τῶν ὅλων Θεοῦ νῦν ἐπιδείκνυται, καὶ τοσαύτην ἤνεγκε τὴν φορὰν, ὡς ἀθρόον ἐν περιουσίᾳ πολλῇ καταστῆναι τὸν Ἰσαάκ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐπειδὴ γὰρ τότε ἐν τούτοις ἦν τὰ τῆς εὐπορίας τοῖς δικαίοις, ἐν τῇ τῆς γῆς εὐπορίᾳ καὶ ἐν τῷ τῶν θρεμμάτων πλήθει, διὰ τοῦτό φησιν, Εὐλόγησεν αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, Εὔπορος ἐγένετο· καὶ οὐχ ἁπλῶς εὔπορος, ἀλλὰ καὶ, Μείζων, φησὶν, ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐννόησον γὰρ ὅσον ἦν, ἑκατονταπλασίονα τῶν παρ' αὐτοῦ καταβαλλομένων ὑποδέχεσθαι. Εἰ δὲ τοῦτό σοι μέγα φαίνεται, σκόπει τὴν ἐπίτασιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν τοῦ χρόνου προϊόντος περὶ ἡμᾶς ἐπεδείξατο. Τοῖς γὰρ μετὰ τὴν αὐτοῦ παρουσίαν τὴν ἀρετὴν μετιοῦσιν οὐ μόνον ἑκατονταπλασίονα ἐνταῦθα παρέχειν ὑπισχνεῖται, ἀλλὰ καὶ τὴν αἰώνιον ζωὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀπόλαυσιν. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; εἶδες πόσον ἡμῖν κεχάρισται ἡ τοῦ Μονογενοῦς παρουσία; ὅπως ἀφάτων τῶν πραγμάτων τὴν ἐναλλαγὴν εἰργάσατο; Ταῦτα τοίνυν ἕκαστος καθ' ἑαυτὸν λογιζόμενος, καὶ ὁρῶν τὴν διαφορὰν, καὶ τίνα μὲν ἦν, ἃ τοῖς πρὸ τῆς χάριτος παρέχειν ὑπισχνεῖται, τίνα δὲ μετὰ τὴν χάριν, δοξαζέτω κἀν τούτῳ τὴν ἄπειρον αὐτοῦ φιλανθρωπίαν, καὶ μὴ τῇ τῶν καιρῶν ἐναλλαγῇ τὸ πᾶν ἐπιγραφέτω. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανελθεῖν δίκαιον, καὶ ἰδεῖν ὅπως οἱ ἐν Γεράροις ὁρῶντες τοῦ δικαίου τὴν πολλὴν εὐπορίαν, εἰς ζῆλον διηγέρθησαν, καὶ ἀπελαύνειν αὐτὸν ἐκεῖθεν ἐπεχείρουν. Ἐζήλωσαν γὰρ, φησὶν, αὐτὸν οἱ Φυλιστιείμ. Εἶτα δεῖξαι βουλομένη ἡ θεία Γραφὴ, ἐν τίνι τὸν ζῆλον ἐπεδείκνυντο, ἐπήγαγε· Καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ, καὶ ἐνέπλησαν γῆς. Σκόπει πόση τῶν αὐτόθι ἡ κακία, ὡς καὶ τῶν ὑδάτων φθονῆσαι τῷ δικαίῳ, καὶ οὐδὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ περιουσίᾳ καθεστὼς κατασχεῖν τὸν φθόνον ἴσχυσεν, ἀλλά φησιν· Ἄπελθε ἀφ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Πολλὴ ἡ ἀγνωμοσύνη. Τίνος γὰρ ἕνεκεν ἀπελαύνεις τὸν δίκαιον; μὴ γὰρ ἐλυμήνατό τι τοῖς σοῖς; μὴ γὰρ ἠδίκησέ τι; Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν μετὰ λογισμοῦ διαπράττεται. Δέον γὰρ αὐτὸν θεασάμενον τοσαύτης εὐνοίας ἀπολαύοντα τὸν δίκαιον παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μᾶλλον περιέπειν, μᾶλλον θεραπεύειν, ἵνα διὰ τῆς εἰς ἐκεῖνον τιμῆς ἐπισπάσηται καὶ αὐτὸς τὴν ἄνωθεν ῥοπήν· ὁ δὲ οὐ μόνον τοῦτο οὐ ποιεῖ, ἀλλὰ καὶ ἀπελαύνειν ἐπιχειρεῖ, καί φησι· Ἄπελθε ἀφ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Τοιοῦτον γὰρ ἡ βασκανία· οὐκ ἀνέχεται πράως τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ γὰρ βασιλεὺς, ὁ τῆς πόλεως ἁπάσης τὴν ἐξουσίαν ἔχων, καὶ πάντας ὑπὸ τὴν ἀπειλὴν τὴν ἑαυτοῦ ἔχων, τῷ ξένῳ, τῷ ἀλήτῃ, καὶ ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανισταμένῳ φησίν· Ἄπελθε ἀπ' ἐμοῦ, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι, ὅπου ἂν αὐτὸν ἀπελθεῖν συμβαίνῃ, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; οὐκ ἐπαίδευσέ σε τῶν πραγμάτων ἡ πεῖρα, ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ περιφανῆ τὸν δίκαιον καθιστῶσα; Τίνος οὖν ἕνεκεν δι' ὧν τὸν δίκαιον ἀπελαύνεις, τὴν πρὸς τὸν αὐτοῦ Δεσπότην ἀγνωμοσύνην ἐπιδείκνυσαι, καὶ οὐδὲ ἡ πολλὴ τοῦ ἀνδρὸς ἐπιείκεια περιγενέσθαι ἠδυνήθη τῆς βασκανίας τῆς σῆς, ἀλλ' ἡττηθεὶς ὑπὸ τοῦ πάθους εἰς ἔργον ἀγαγεῖν σπεύδεις τὸν φθόνον, καὶ πάλιν μετανάστην γενέσθαι παρασκευάζεις τὸν οὐδέν σε ἠδικηκότα; Οὐκ οἶδας ὅτι κἂν εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκάσῃς, οὕτως εὐμήχανον ἔχει Δεσπότην, ὡς κἀκεῖ γενόμενον, πολλῷ πλέον περιφανέστερον αὐτὸν ἀποδεῖξαι; Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντος, ὥσπερ οὐδὲν ἀσθενέστερον τοῦ τῆς ἐκεῖθεν βοηθείας ἠρημωμένου.