Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΝΒʹ Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-48
Not analysed yet
Ὅρα εὐγνωμοσύνην τοῦ δικαίου. Ἡνίκα μὲν τὰ πρότερα φρέατα ἐκεῖνοι παρασπάσασθαι ἐπεχείρησαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἀντέτεινεν, ἀλλὰ μόνον τῇ προσηγορίᾳ τῶν φρεάτων ἀνεξάλειπτον τὴν μνήμην τῆς ἐκείνων κακίας ἐναπετίθει. Ἐνταῦθα δὲ πάλιν, ἐπειδὴ οὐδεὶς ἐμποδὼν γέγονεν, ἀλλὰ μετὰ ἀδείας πάσης τῶν οἰκείων πόνων ἀπήλαυε, τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ. Ἐκάλεσε γὰρ αὐτὸ, Εὐρυχωρίαν. Εἶτα ἑρμηνεύει αὐτὴν τὴν προσηγορίαν· διὰ τοῦτο, φησὶν, Εὐρυχωρίαν, τοῦτο καλῶ, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. Εἶδες γνώμην φιλόθεον, πῶς τῶν ἐν μέσῳ δυσχερῶν οὐδεμίαν μνήμην ποιησάμενος, τῶν χρηστῶν μόνον μεμνημένος, ὑπὲρ ἐκείνου τὴν εὐχαριστίαν ἀναφέρει, καί φησιν, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς; Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ἀποδέχεται, ὡς ψυχὴν εὐγνώμονα καὶ εὐχάριστον· καὶ μυρία καθ' ἑκάστην ἡμέραν ἅπαντας ἡμᾶς εὐεργετῶν καὶ ἑκόντας καὶ ἄκοντας, καὶ εἰδότας καὶ ἀγνοοῦντας, οὐδὲν ἕτερον παρ' ἡμῶν ἐπιζητεῖ, ἢ τὸ χάριτας εἰδέναι αὐτῷ ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, ἵνα καὶ ὑπὲρ τούτου αὐτοῦ πάλιν πλείονα τὴν ἀμοιβὴν ἡμῖν παράσχῃ Καὶ ἵνα μάθῃς, ὅρα τὸν δίκαιον τοῦτον διὰ τὴν πολλὴν αὐτοῦ εὐγνωμοσύνην πάλιν τῆς ἄνωθεν ἐπιφανείας ἀξιούμενον. Ἐπειδὴ γὰρ ἀρκοῦσαν βάσανον τῆς οἰκείας ἀρετῆς ἐπεδείξατο ἐπί τε τῶν ἐν Γεράροις, ἐπί τε τοῦ βασιλέως ἀπωθουμένου αὐτὸν, ἐπί τε τῶν ποιμένων παρασπώντων τὰ φρέατα, ὥσπερ νευρῶσαι βουλόμενος αὐτοῦ τὴν προθυμίαν ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς ἐπιεικείας αὐτὸν ἀποδεχόμενος τῆς πολλῆς, ἐπειδὴ Ἀνέβη ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Ὤφθη αὐτῷ, φησὶν, ἐν τῇ νυκτὶ ἐκείνῃ. Σκόπει Θεοῦ κηδεμονίαν. Ἵνα γὰρ αὐτὸν ἀνακτήσηται, καὶ θαῤῥεῖν παρασκευάσῃ, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον πεποιηκὼς, καὶ ἐν τοσαύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα περιφανέστερον τῶν ἐγχωρίων ἀπεργασάμενος. Ἐγώ εἰμι ἐκεῖνος ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευάσας, καὶ μεγάλην διὰ πάντων τὴν περὶ αὐτὸν πρόνοιαν ἐπιδειξάμενος. Ἐγώ εἰμι· Μὴ τοίνυν φοβοῦ. Τί ἐστι, Μὴ φοβοῦ; Μή σε ταῦτα ξενιζέτω, τὸ παρὰ τοῦ Ἀβιμέλεχ ἐλαθῆναι, τὸ παρὰ τῶν ποιμένων ἀδικηθῆναι. Πολλὰ τοιαῦτα καὶ ὁ πατὴρ ὁ σὸς πέπονθε, καὶ διὰ τούτων λαμπρότερος ἀνεδείχθη. Μὴ τοίνυν ταῦτά σε φοβείτω· Μετὰ σοῦ γάρ εἰμι. Διὰ τοῦτο ταῦτα γίνεσθαι συγχωρῶ, ὁμοῦ καὶ σὲ βουλόμενος διὰ τῆς ἐπιεικείας ἐνδείξασθαι τὴν οἰκείαν ἀρετὴν, κἀκείνων τῆς γνώμης τὴν μοχθηρίαν κατάδηλον ἅπασι γενέσθαι, ἵνα σὲ καὶ ὑπὲρ τούτων στεφανώσω· Μετὰ σοῦ γάρ εἰμι. Δι' ὃ καὶ ἀχείρωτος ἔσῃ, καὶ τῶν πολεμούντων δυνατώτερος, καὶ τῶν ἐπηρεαζόντων· ἰσχυρότερος. Καὶ ἡ μὲν παρ' ἐμοῦ πρόνοια καὶ ἐπίφθονόν σε ἐργάσεται· Μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Σκόπει Θεοῦ φιλανθρωπίαν. Εἰπὼν, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ δείξας ὅπως ᾠκειώσατο τὸν πατριάρχην, ὡς καταξιῶσαι Θεὸν ἑαυτὸν καλεῖν Ἀβραὰμ, καὶ ὁ τῆς οἰκουμένης Δεσπότης καὶ δημιουργὸς ἑνὸς ἀνθρώπου φάσκειν εἶναι Θεὸς, οὐ συγκλείων μέχρι τοῦ πατριάρχου τὴν οἰκείαν δεσποτείαν, ἀλλὰ τὴν πολλὴν περὶ αὐτὸν εὔνοιαν δεικνὺς, Οὕτω, φησὶν, αὐτὸν ᾠκειωσάμην, ὡς πάντων τῶν ἄλλων ἀντάξιον ἐκεῖνον ἐμοὶ νομισθῆναι. Δι' ὃ Καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Πολλὰς ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς· δι' ἐκεῖνον οὖν Πληθυνῶ τὸ σπέρμα σου· ὁμοῦ καὶ παρεθάῤῥυνε τὸν δίκαιον, καὶ διὰ τῆς μνήμης τοῦ πατρὸς εἰς ζῆλον αὐτὸν διήγειρε τοῦ τὴν ὁμοίαν ἐκείνῳ ἀρετὴν ἐπιδείξασθαι. Εἶτα ἐπειδὴ τοσαῦτα αὐτῷ ἀγαθὰ ὑπέσχετο, ᾨκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ. Τί ἐστιν, ᾨκοδόμησεν ἐκεῖ θυσιαστήριον; Τὰς εὐχαριστίας, φησὶν, ἐκεῖ ἀνήνεγκε τῷ Δεσπότῃ, ὑπὲρ ὧν τοσαύτην περὶ αὐτὸν κηδεμονίαν ἐπεδείξατο. Καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ. Ἐν ἀδείᾳ λοιπὸν ὁ δίκαιος γίνεται· ὁ γὰρ εἰπὼν, Μετὰ σοῦ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου, οὗτος ἀθρόον αὐτῷ καὶ τὴν περιφάνειαν ἐχαρίσατο, καὶ πᾶσιν αὐτὸν περίβλεπτον γίνεσθαι πεποίηκεν. Ὅρα γοῦν τὸν Ἀβιμέλεχ ἐκεῖνον, τὸν ἐλάσαι ἐπιχειρήσαντα καὶ εἰπόντα, Ἄπελθε ἀφ' ἡμῶν, νῦν πρὸς αὐτὸν ἐρχόμενον. Ἐπορεύθη γὰρ, φησὶν, Ἀβιμέλεχ, καὶ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ ὁ ἀρχιστράτηγος· καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ' ὑμῶν. Θέα μοι πόση τοῦ δικαίου ἡ πραότης Ὁρῶν τοὺς ἀπελάσαντας καὶ τοσοῦτον περὶ αὐτὸν τὸ μῖσος ἐπιδειξαμένους, νῦν ἐν τάξει ἱκετῶν πρὸς αὐτὸν παραγινομένους, οὐκ ἐφρόνησε μέγα κατ' αὐτῶν, οὐδὲ ἐπήρθη τὴν διάνοιαν, ἔναυλον ἔχων τὴν μνήμην τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, οὐδὲ τῇ δυνάμει τοῦ Δεσπότου πεποιθὼς κατεξανίσταται τοῦ βασιλέως, ἀλλὰ πάλιν τὴν συνήθη ἐπιείκειαν ἐπιδεικνύμενος μετὰ πολλῆς πραΰτητός φησι πρὸς αὐτούς· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ' ὑμῶν. Τίνος ἕνεκεν, φησὶ, παραγενέσθαι πρός με κατεδέξασθε, τὸν ἐλαθέντα, τὸν μισηθέντα; Καὶ εἶπαν· Ἰδόντες ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ' ἡμῶν κακὸν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης, καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.