Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΝΒʹ Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-52
Not analysed yet
Εἶδες, ἀγαπητὲ, καὶ τοῦ βασιλέως Γεράρων καὶ πάντων τῶν αὐτόθι οἰκούντων τῆς γνώμης τὴν μοχθηρίαν; Ὅρα καὶ τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, πῶς οὐκ ἐφρόνησε μέγα, οὐδὲ ὁρῶν διὰ τῶν πραγμάτων πολλὴν τοῦ Θεοῦ τὴν ῥοπὴν περὶ αὐτὸν γινομένην, κατεξανέστη τοῦ βασιλέως, τῇ τοῦ συμμαχοῦντος αὐτῷ δυνάμει πεποιθώς· ἀλλὰ καθάπερ τις ἀνὴρ, καὶ ἀπροστάτευτος, καὶ οὐδαμόθεν οὐδεμιᾶς ἀπολαύων βοηθείας, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας, οὐδὲ μέχρι λόγων ἀντιτείνας τῷ βασιλεῖ, ἐποίει τὸ παρ' αὐτοῦ κελευόμενον, καὶ εὐθέως ἐκεῖθεν ἀπανίστατο, καὶ ποῤῥωτέρω γενόμενος, κατέστελλε τοῦ πάθους τὴν φλόγα, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἐπιείκειαν ἐνδεικνύμενος, κἀκείνου τὸ πάθος παραμυθούμενος. Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ κατῴκη σεν ἐν τῇ φάραγγι Γεράρων. Καὶ ὅπερ ὁ Χριστὸς παραγενόμενος τοῖς μαθηταῖς ἐνετέλλετο λέγων, Ὅταν διώκωσιν ὑμᾶς, φεύγετε ἑτέρωθι, τοῦτο καὶ οὗτος ἤδη διὰ τῶν ἔργων ἐπλήρου. Καὶ καθάπερ Δαυῒδ τοῦ Σαοὺλ τὸν πολὺν φθόνον καταστέλλων, διὰ τῆς ἀναχωρήσεως ἑαυτὸν ὑπεξάγων, ἐκείνου τὴν πολλὴν παρεμυθεῖτο φλεγμονήν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος ἐπλήρου τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, Δότε τόπον τῇ ὀργῇ· καὶ καταλιπὼν τὴν πόλιν ἐξῆλθε, φησὶν, ἐν τῇ φάραγγι. Ἀλλ' ὅρα αὐτὸν κἀκεῖ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν ἔνστασιν ἐνδεικνύμενον. Οὐδὲ γὰρ μέχρι τούτου ἔστη τὰ δεινὰ, ἀλλὰ κἀκεῖ γενομένῳ καὶ τὰ φρέατα ἀνορύξαι βουλομένῳ μάχεσθαι ἐπεχείρουν. Ὤρυξε γὰρ, φησὶ, τὰ φρέατα, ἅπερ ἦσαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ πεποιηκότες, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ, καὶ ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα, ἅπερ ἦν ὁ πατὴρ ἐπιθείς. Καὶ ὤρυξαν, φησὶν, οἱ παῖδες Ἰσαὰκ, καὶ εὗρον φρέαρ ὕδατος ζῶντος, ἀντὶ τοῦ, κάτωθεν ἀναβλύζοντος. Καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. Καὶ οὐδὲ ἐνταῦθα φιλονεικεῖ ὁ δίκαιος, οὐδὲ ἀντιτείνει, ἀλλὰ καὶ τοῖς ποιμέσι παραχωρεῖ. Τοῦτο γὰρ ἀληθῶς ἐπιείκεια, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ' ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ· ἐνταῦθα μὲν γὰρ τῇ ἐπιεικείᾳ ἄν τις τὸ πᾶν λογίσαιτο τοῦ ἐπηρεαζομένου· ἐκεῖ δὲ ἴσως τις εἴποι, διὰ τὸ μὴ δύνασθαι ἀντιτείνειν τῇ δυναστείᾳ τοῦ ἠδικηκότος, τὴν ἐπιείκειαν ἐπιδείκνυσθαι. Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ ἐπὶ τοῦ βασιλέως, οὐ διὰ τὴν ἐκείνου δυναστείαν, ἐπεδείξατο τὴν ἐπιείκειαν, ἀλλὰ διὰ τὸν οἰκεῖον τρόπον, ὅρα αὐτὸν καὶ ἐπὶ τῶν ποιμένων τὸ αὐτὸ ποιοῦντα. Καὶ καθάπερ ἐκεῖνος ἔλεγεν, Ἄπελθε ἀφ' ἡμῶν, καὶ εὐθέως, καθάπερ ἐπίταγμα δεχόμενος, ὑπανεχώρει· οὕτω καὶ νῦν, τῶν ποιμένων ἐπηρεάζειν ἐπιχειρούντων, καὶ τὸ φρέαρ οἰκειουμένων, παραχωρεῖ. Καὶ ἵνα διηνεκὴς ᾖ τοῖς μετὰ ταῦτα ἡ γνῶσις τῆς ἀδικίας, ὄνομα ἐπιτίθησι τῷ φρέατι ἐκ τοῦ συμβεβηκότος. Ἐπειδὴ γὰρ φανερὰν ἐπεδείξαντο τὴν ἀδικίαν, Ἐκάλεσε, φησὶ, τὸ ὄνομα τοῦ φρέατος, Τόπου ἀδικία. Καὶ ἦν λοιπὸν καθάπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομα τοῦ τόπου διδασκαλία τοῖς ἑξῆς καὶ τῆς τοῦ δικαίου ἐπιεικείας, καὶ τῆς ἐκείνων ἀγνωμοσύνης. Τὸ γὰρ ὄνομα τοῦ τόπου ἕκαστον παρεσκεύαζε τὴν αἰτίαν τῆς προσηγορίας μανθάνοντα γινώσκειν τοῦ μὲν τὴν ἀρετὴν, τῶν δὲ τῆς κακίας τὴν ὑπερβολήν. Καὶ σκόπει πῶς καὶ οὗτος ἐπιτείνει τὴν οἰκείαν ἀρετὴν, διὰ πάντων ἐπιδεικνὺς ἑαυτοῦ τὴν ἐπιείκειαν, κἀκεῖνοι τῇ ὑπερβολῇ τῆς κακίας λαμπρὸν καὶ ἄκοντες πειρῶνται τὸν δίκαιον ἀποφαίνειν. Οὐδὲ γὰρ ἀρκεσθέντες, πάλιν ἕτερον ὀρύξαντι φρέαρ ἐπιτίθενται. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν αὐτὸ, Ἐχθρία. Σκόπει πάλιν τοῦ δικαίου τὴν σύνεσιν. Ἐνταῦθα οὐ πάντη, ὡς ἔοικε, τὸ φρέαρ ἀφείλοντο, ἀλλὰ διαμαχεσάμενοι, καὶ πρὸς τὸ προφανὲς τῆς ἀδικίας ὁρῶντες ἀπέστησαν. Διὰ τοῦτο Ἐχθρίαν αὐτὸ προσηγόρευσεν, ἐπειδὴ ἔχθρας ὑπόθεσις κατέστη. Καὶ καθ' ἑκάστην, ὡς εἰπεῖν, ὑπὸ τῶν ἐγχωρίων τοιαῦτα ὑπομένων, οὐκ ἐδυσχέρανεν, οὐδὲ μικρόψυχόν τι ἐπεδείξατο, οὐδὲ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ μέχρι φρεάτων ἀπολαύειν εἰμὶ κύριος· ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἐστέρημαι τῆς παρὰ τοῦ Δεσπότου; Οὐδὲν τούτων οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ' ἐπιεικείας ἁπάσης ἅπαντα ἔφερε. Διὰ τοῦτο καὶ πλείονος ἀπήλαυε τῆς ἄνωθεν συμμαχίας. Ταῦτα γὰρ, ὡς εἰπεῖν, τὰ συμβαίνοντα γυμνασία τις ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Εὐρυχωρία, λέγων, Διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.