Ancient Greek
ΟΜΙΛΙΑ ΞΑʹ Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-56
Not analysed yet
Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα καὶ τοῦ Ἰωσὴφ δειχθῇ ἡ περὶ τοὺς ἀδελφοὺς εὔνοια, κἀκείνων κατάδηλος γένηται ἡ φονικὴ γνώμη. Ἐγίνετο δὲ καὶ τύπος τῶν ἔσεσθαι μελλόντων, καὶ ἐν τῇ σκιᾷ προδιεγράφετο τὰ τῆς ἀληθείας πράγματα. Καὶ ὥσπερ ὁ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς ἀπῄει ἐπισκεψόμενος αὐτοὺς, κἀκεῖνοι οὐκ αἰδεσθέντες οὔτε τὴν ἀδελφότητα, οὔτε τὴν αἰτίαν τῆς παρουσίας, πρότερον μὲν ἀνελεῖν ἐβουλεύοντο, ἔπειτα δὲ καὶ ἐπίπρασκον τοῖς βαρβάροις· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, παραγέγονεν ἐπισκεψόμενος τὸ τῶν ἀνθρώπων γένος, καὶ τὴν ὁμογενῆ ἡμῖν σάρκα ἀναλαβὼν, καὶ ἀδελφὸς ἡμῶν γενέσθαι καταξιώσας οὕτω παραγέγονε. Καὶ βοᾷ Παῦλος λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἀλλ' οἱ ἀγνώμονες Ἰουδαῖοι τὸν τῶν σωμάτων καὶ τὸν τῶν ψυχῶν ἰατρὸν, τὸν μυρία θαύματα καθ' ἑκάστην ἡμέραν ἐργαζόμενον ἀνελεῖν ἐπεχείρουν, καὶ εἰς ἔργον ἤγαγον τὴν φονικὴν αὐτῶν γνώμην, καὶ ἐσταύρωσαν τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν καταδεξάμενον. Ἀλλ' οὗτοι μὲν καὶ ἐπεχείρησαν, καὶ σταυρῷ παραδόντες ἀνεῖλον· ἐκεῖνοι δὲ ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ βουλευθέντα. Ἔδει δὲ τὸν τύπον ἔλαττον ἔχειν τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη ἐκεῖνα τύπος τῶν μετὰ ταῦτα ἐσομένων. Διὰ τοῦτο ἐκεῖ μὲν ὥσπερ ἐν σκιᾷ προεγράφη. Καὶ ἐννόησον τὸ θαῦμα. Οὐκ ἀνεῖλον, ἀλλὰ πεπράκασι, καὶ τὸν χιτῶνα τῷ αἵματι τοῦ ἐρίφου μολύναντες ἤγαγον τῷ πατρὶ, πεῖσαι βουλόμενοι ὅτι ἀνῃρέθη ὁ παῖς. Ὁρᾷς ὅτι ἅπαντα ταῦτα ἐγίνετο, ἵνα καθάπερ ἐν σκιᾷ, οὕτως ἡ εἰκὼν μόνη τῶν πραγμάτων γένηται, καὶ ἡ ἀλήθεια φυλάττηται; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου τὸ λοιπὸν ἐπανέλθωμεν. Ἀπέστειλεν αὐτὸν, φησὶν, ὁ πατὴρ αὐτοῦ, καὶ ἦλθεν εἰς Συχέμ. Καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ. Ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος, λέγων· Τί ζητεῖς; Ὁ δὲ εἶπε· Τοὺς ἀδελφούς μου ζητῶ. Ἀνάγγειλόν μοι, ποῦ βόσκουσι. Σκόπει πῶς οὗτος μὲν μετὰ σπουδῆς ποιεῖται τῶν ἀδελφῶν τὴν ἐπιζήτησιν, καὶ περιεργάζεται καὶ πολυπραγμονεῖ, καὶ πάντα ποιεῖ ὥστε αὐτοὺς ἰδεῖν. Εἶπε δὲ αὐτῷ, φησὶν, Ἤκουσα αὐτῶν λεγόντων· Πορευθῶμεν εἰς Δωθαείμ. Καὶ ἐπορεύθη Ἰωσὴφ, καὶ εὗρεν αὐτούς. Προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Ἐννόει μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, ὅπως οὗτοι μὲν εἰς τὸν κατ' αὐτοῦ φόνον εἶχον τὴν ὁρμήν· ὁ δὲ τὰ πάντα ποιῶν καὶ μετασκευάζων συγχωρεῖ τὰ ἐν μέσῳ πάντα κωλύματα γενέσθαι, ἵνα τὸν οἰκεῖον ἀθλητὴν λαμπρότερον ἀποδείξας, ὕστερον ἐπαγάγῃ τῶν ὀνειράτων τὴν ἔκβασιν. Προεῖδον, φησὶν, αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν, Θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες ὅτι τῶν ἐνυπνίων τὴν ἔκβασιν προσδοκῶντες, ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἀλλ' ἵνα μάθωσιν ὅτι οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ προαγορευθέντα μὴ εἰς ἔργον ἐλθεῖν, καὶ βουλεύονται καὶ ἐπιχειροῦσι καὶ τὰ τῆς οἰκείας πονηρίας ἐπιδείκνυνται· καὶ ὁ σοφὸς καὶ εὐμήχανος Θεὸς αὐτοὺς ἐπιβουλεύοντας ὑπηρετήσασθαι καὶ ἄκοντας παρασκευάζει πρὸς τὴν οἰκονομίαν τῶν μελλόντων ἔσεσθαι. Ἐπειδὴ γὰρ συνεφώνησαν πρὸς τὸν κατ' αὐτοῦ φόνον, καὶ τῇ γνώμῃ τὴν σφαγὴν ἤδη ἐπεδείξαντο, Ἀκούσας, φησὶ, Ῥουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν· Οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Ὅρα καὶ τοῦτον πῶς οὐ τολμᾷ φανερῶς ἐξελέσθαι τὸν ἀδελφὸν, ἀλλὰ τέως τὴν φονικὴν αὐτῶν ὁρμὴν ἀναχαιτίσαι βουλόμενός φησι, Μὴ ἐκχέητε αἷμα, ἀλλ' ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον, Καὶ διδάξαι ἡμᾶς βουλομένη ἡ θεία Γραφὴ τὸν σκοπὸν τοῦ Ῥουβὴν, φησί· Ταῦτα δὲ ἐποίει, Ὅπως ἐξέληται αὐτὸν, καὶ ἀποδῷ πατρὶ αὐτοῦ. Καὶ τούτων ταῦτα βουλευομένων οὐδέπω ὁ Ἰωσὴφ ἦν παραγεγονὼς, ἀλλὰ μετὰ τὸ πληρωθῆναι ταύτην αὐτῶν τὴν διάλεξιν, Ἦλθε, φησὶν, Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Δέον τοίνυν ἐκείνους προσδραμεῖν τῷ ἀδελφῷ, καὶ περιπτύξασθαι, καὶ μαθεῖν τὰ παρὰ τοῦ πατρὸς αὐτοῖς δηλωθέντα, οἱ δὲ καθάπερ τινὲς ἄγριοι θῆρες ἀρνίον θεασάμενοι ἐπιπηδῶσι, καὶ Ἐξέδυσαν, φησὶ, τὸν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον, καὶ λαβόντες αὐτὸν ἔῤῥιψαν εἰς τὸν λάκκον. Ὁ δὲ λάκκος ἦν κενὸς, ὕδωρ οὐκ ἔχων. Καθάπερ συνεβούλευσεν ὁ Ῥουβὴν, οὕτως ἐποίησαν· καὶ ῥίψαντες αὐτὸν, Ἐκάθισαν τοῦ φαγεῖν ἄρτον. Ὢ τῆς ὠμότητος, ὢ τῆς ἀπανθρωπίας. Ἐκεῖνος μὲν τοσαύτην ὁδὸν διήνυσε, καὶ μετὰ τοσαύτης σπουδῆς τὴν ἐπιζήτησιν αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἰδεῖν καὶ ἀπαγγεῖλαι τῷ πατρὶ τὰ κατ' αὐτούς· ἐκεῖνοι δὲ καθάπερ βάρβαροί τινες καὶ ἀνήμεροι, ἐπειδὴ συνεβουλεύθησαν ὑπὸ τοῦ Ῥουβὴν μὴ ἐκχέειν τοῦ ἀδελφοῦ τὸ αἷμα, τὸν διὰ τοῦ λιμοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς ταχέως αὐτὸν ἐῤῥύσατο τῆς τῶν ἀδελφῶν μανίας. Καθίσαντες γὰρ, φησὶ, φαγεῖν ἄρτον, εἶδον ὁδοιπόρους Ἰσμαηλίτας ἐρχομένους, καὶ ἐπὶ τὴν Αἴγυπτον τὴν ὁρμὴν ἔχοντας. Καὶ εἶπεν Ἰούδας· Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν, καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; Δεῦτε, ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαηλίταις τούτοις· αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ' αὐτὸν, ὅτι ὁ ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν.