Ancient Greek
ΟΜΙΛΙΑ ΞΓʹ Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-58
Not analysed yet
Σκόπει γάρ μοι, μετὰ τὴν ἀποκατάστασιν ἐκείνου, φησὶ, δύο ἔτη παρῆλθον ἡμερῶν. Ἔδει γὰρ ἀναμεῖναι τὸν καιρὸν τὸν ἐπιτήδειον, ὥστε μετὰ περιφανείας αὐτῷ γενέσθαι τὴν ἐκεῖθεν ἔξοδον. Εἰ μὲν γὰρ πρὸ τῶν ὀνειράτων τοῦ Φαραὼ ὑπομνησθεὶς ὁ ἀρχιοινοχόος διὰ τῆς οἰκείας προστασίας αὐτὸν ἠλευθέρωσε τοῦ δεσμωτηρίου, ἴσως οὐδὲ κατάδηλος ἔμελλεν αὐτοῦ γίνεσθαι τοῖς πολλοῖς ἡ ἀρετή. Νυνὶ δὲ εἰδὼς ὁ εὐμήχανος καὶ σοφὸς Δεσπότης, καθάπερ τεχνίτης ἄριστος ὅσον προσήκει χρόνον τὸ χρυσίον ὁμιλῆσαι τῷ πυρὶ, καὶ πότε αὐτὸ χρὴ ἐκεῖθεν ἀνελέσθαι, συγχωρεῖ τὸν χρόνον τῶν δύο ἐτῶν λήθην ἐγγενέσθαι τῷ ἀρχιοινοχόῳ, ἵνα καὶ ὁ καιρὸς τῶν ὀνειράτων τοῦ Φαραὼ φθάσῃ, καὶ τῆς ἀνάγκης αὐτῆς συνελαυνούσης πάσῃ τῇ βασιλείᾳ τοῦ Φαραὼ γνώριμος γένηται ὁ δίκαιος. Μετὰ γὰρ τὰ δύο ἔτη εἶδε, φησὶ, τὰ ὀνείρατα ὁ Φαραώ. Καὶ ἐγένετο πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς τῆς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Ὅρα τὴν πολλὴν τοῦ Θεοῦ οἰκονομίαν. Πρότερον συγχωρεῖ πάντων τῶν αὐτόθι νομιζομένων σοφῶν πεῖραν αὐτὸν λαβεῖν, ἵνα ὅταν δειχθῇ ἡ ἐκείνων ἄγνοια, τότε οὗτος ὁ δεσμώτης, ὁ αἰχμάλωτος, ὁ δοῦλος, ὁ Ἑβραῖος εἰς μέσον ἀχθεὶς, καὶ τὰ τοὺς πολλοὺς λανθάνοντα γνώριμα καταστήσας, πρόδηλον ἅπασι κατασκευάσῃ γενέσθαι τὴν ἄνωθεν αὐτῷ ἐπανθοῦσαν χάριν. Ὅτε οὖν ἅπαντες οἱ σοφοὶ παραγενόμενοι οὐδὲν εἰπεῖν ἠδυνήθησαν, οὐδὲ διᾶραι τὸ στόμα ἴσχυσαν, τότε ὁ ἀρχιοινοχόος εἰς μνήμην ἐλθὼν ὑπομιμνήσκει τὸν Φαραὼ τῶν εἰς αὐτὸν συμβεβηκότων, καί φησι· Τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. Καὶ διηγεῖται αὐτίκα ὅπως, ἡνίκα εἰς τὸ δεσμωτήριον ἐνεβλήθη αὐτὸς καὶ ὁ ἀρχισιτοποιὸς, καὶ ἐθεάσαντο τὰ ὀνείρατα, καὶ τὴν σύγκρισιν ἐδέξαντο παρὰ τοῦ Ἰωσὴφ, ὅτι κατὰ τὴν ἐκείνου προαγόρευσιν ἅπαντα αὐτοῖς εἰς ἔργον ἐξῆλθε. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, μετεπέμψατο τὸν Ἰωσὴφ, καὶ ἐξήγαγεν αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ εἰσῆλθε πρὸς Φαραώ. Ὅρα εὐθέως καὶ ἐκ προοιμίων λοιπὸν πόση ἡ τιμή. Ἐπειδὴ ἐκαθαρίσθη καλῶς διὰ τῆς ὑπομονῆς, καὶ καθάπερ χρυσίον φαιδρυνόμενον ἐξῄει ἐκ τοῦ δεσμωτηρίου, καὶ ἤγετο πρὸς Φαραώ. Εἶδες πόσον ἐστὶ τὸ ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι ῥοπῆς; Ὅρα πόσα ᾠκονομήθη, ἵνα τὰ κατὰ τὸν Ἰωσὴφ εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ τὸν μέγιστον ἐκεῖνον ἆθλον ἠγωνίσατο τῆς μιαρᾶς ἐκείνης Αἰγυπτίας τὰ δίκτυα διαφυγὼν, καὶ εἰς τὸ δεσμωτήριον ἐνεβλήθη, συνεχωρήθη τὸν ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν τοῦ Φαραὼ κατ' ἐκεῖνον τὸν καιρὸν ἐκεῖ ἐμβληθῆναι, καὶ διὰ τῆς συγκρίσεως τῶν ὀνειράτων μαθεῖν τοῦ ἀνδρὸς τὴν σοφίαν, ἵνα νῦν ἐν καιρῷ μνήμην αὐτοῦ ποιησάμενος εἰς μέσον αὐτὸν ἀγάγῃ. Εἶπε δὲ, φησὶ, Φαραὼ πρὸς τὸν Ἰωσήφ· Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά. Ὅρα πῶς αἰσχυνόμενος ὁ Φαραὼ οὐ λέγει φανερῶς, ὅτι Οὐδεὶς τῶν παρ' ἐμοὶ σοφῶν ἴσχυσε διακρῖναι τὰ ὀνείρατα· ἀλλὰ τί; Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἀκήκοα δὲ περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά. Σκόπει μοι καὶ ἐνταῦθα τοῦ Ἰωσὴφ τὴν σύνεσιν καὶ τὴν πολλὴν εὐλάβειαν, ὅπως ἀποκρίνεται τῷ Φαραώ. Μὴ ὑποπτεύσῃς, φησὶν, ἐμέ τι οἴκοθεν φθέγγεσθαι, ἢ ἀπὸ ἀνθρωπίνης σοφίας ταῦτα διακρίνειν. Οὐδὲ γὰρ οἷόν τε ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως τὴν γνῶσιν τούτων καταλαβεῖν. Ἴσθι τοίνυν, ὅτι ἄνευ τοῦ Θεοῦ οὐχ οἷόν τέ με ἀποκριθῆναί σοι. Ἄνευ γὰρ, φησὶ, τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον τοῦ Φαραώ. Μαθὼν τοίνυν ὡς ὁ τῶν ἁπάντων Δεσπότης ἐστὶν ὁ ταῦτα ἀποκαλύπτων, μὴ παρὰ ἀνθρώπων ζήτει ταῦτα, ἃ μόνου, φησὶ, τοῦ Θεοῦ ἐστιν εἰς φανερὸν ἄγειν. Ὅρα πῶς διὰ τῆς ἀποκρίσεως παιδεύει τὸν Φαραὼ εἰδέναι καὶ τῶν παρ' αὐτοῦ σοφῶν τὴν ἀσθένειαν, καὶ τοῦ Δεσπότου τὴν δύναμιν. Ἐπεὶ οὖν ἔγνως παρ' ἐμοῦ, ὅτι οὐκ ἀπὸ σοφίας ἀνθρωπίνης ταῦτα φθέγγομαι, οὐδὲ ἐξ οἰκείων λογισμῶν, λέγε τὰ παρὰ τοῦ Θεοῦ σοι μηνυθέντα. Ταῦτα ἀκούσας ὁ Φαραὼ διηγεῖται τὰ ἐνύπνια, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καί φησιν· Εἶπα τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι. Οὐκ ἤκουσας, φησὶ, καὶ παρ' ἐμοῦ, ὅτι οὐκ ἔστι τὸ ταῦτα γνωρίζειν τῆς ἀνθρωπίνης σοφίας; Μὴ τοίνυν ἐκείνοις καταμέμφου· οὐδὲ γὰρ ἂν ἴσχυσάν ποτε ταῦτα καταλαβεῖν, ἃ τῆς ἄνωθεν δεῖται ἀποκαλύψεως. Καὶ εἶπε, φησὶν, Ἰωσήφ· Τὸ ἐνύπνιον Φαραὼ ἔν ἐστι. Ἵνα δὲ πιστεύσῃς ὅτι ἀληθὲς ἔσται τὸ παρὰ τοῦ Θεοῦ σοι μηνυθὲν, δεύτερον ἀνηνέχθη τὸ αὐτό σε θεάσασθαι, καὶ ὅτι ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. Ἡ δευτέρωσις, φησὶ, βεβαίωσίς ἐστι τῶν φανέντων, καὶ πληροφορία ὅτι πάντως ταῦτα γενήσεται. Καὶ ἐπειδὴ διέκρινε τὸν ἀριθμὸν τῶν ἑπτὰ βοῶν καὶ τῶν ἑπτὰ σταχύων, εἰπὼν εὐθηνίαν μεγάλην ἔσεσθαι, καὶ ταύτην λιμὸν διαδέξεσθαι χαλεπὸν, λοιπὸν καὶ συμβουλὴν εἰσάγει ἀρίστην, καί φησι· Κατάστησον ἄνδρα ἐπὶ τῆς Αἰγύπτου, ὃς δυνήσεται τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας τὰ γεννήματα συναγαγὼν οὕτως οἰκονομῆσαι, ὡς δυνηθῆναι ἐν τῷ καιρῷ τοῦ λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ μὴ παντελῆ γενέσθαι τὸν ἀφανισμόν. Ἤρεσε ταῦτα τῷ Φαραὼ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ. Καὶ λοιπὸν ὑπηρετεῖ ὁ Φαραὼ τῇ ἐκβάσει τῶν ὀνειράτων τοῦ Ἰωσὴφ, ὧν ἐθεάσατο ἡνίκα παρὰ τῷ πατρὶ διῆγε. Καὶ αὐτὸς μὲν τὰ ὀνείρατα τοῦ Φαραὼ διέκρινεν· ὁ δὲ Φαραὼ εἰς τέλος ἦγε τῶν ὀνειράτων τὴν ἔκβασιν ἀγνοῶν. Ἀκούσας γὰρ ταῦτα, φησὶν, Εἶπε τοῖς παισὶν αὐτοῦ· Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ;