Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΞΓʹ Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-63
Not analysed yet
Τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ μικροψυχίαν καταγνῷς τοῦ δικαίου, ἀλλὰ ταύτῃ μάλιστα ἐκπλάγηθι, ὅτι τοσούτων δυσχερῶν ὄντων, τὴν αὐτόθι οἴκησιν γενναίως καὶ εὐχαρίστως ἔφερεν. Εἰ γὰρ καὶ πολλάκις τὴν παρὰ τοῦ ἀρχιδεσμοφύλακος ἐξουσίαν εἰλήφει, ἀλλ' ὅμως ἐβαρύνετο τὸ κατακεκλεῖσθαι, καὶ μετὰ τῶν αὐχμώντων καὶ ῥυπώντων εἶναι. Ὅρα γὰρ αὐτοῦ καὶ ἐκ τούτου τὴν φιλόσοφον γνώμην· ὅπως μετὰ ἀνδρείας ἔφερεν ἅπαντα, διὰ πάντων πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος. Καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου. Ἐννόει μοι ἐνταῦθα, πῶς οὐδὲν λέγει κατὰ τῆς μιαρᾶς ἐκείνης μοιχαλίδος, οὐδὲ αἰτιᾶται τὸν δεσπότην, οὐδὲ τὴν τῶν ἀδελφῶν περὶ αὐτὸν ἀπανθρωπίαν διηγεῖται, ἀλλὰ συγκαλύψας πάντα, φησί· Μνήσθητί μου, καὶ ποίησον ἐξενεχθῆναί με ἐκ τοῦ ὀχυρώματος τούτου· Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Μὴ ἁπλῶς τοῦτο παραδράμωμεν, ἀλλ' ἐννοήσωμεν τῆς ψυχῆς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ὅπως καιρὸν εὑρηκὼς τοιοῦτον, καὶ εἰδὼς ὅτι δυνήσεται ἅπαντα ὁ ἀρχιοινοχόος ἐν εὐημερίᾳ γεγονὼς γνωρίσαι τῷ βασιλεῖ τὰ κατ' αὐτὸν, οὐ τὴν Αἰγυπτίαν διαβάλλει (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), οὐ τὸν δεσπότην ἄγει εἰς μέσον, οὐδὲ τοὺς ἀδελφούς· οὐ λέγει τὴν αἰτίαν, δι' ἣν τὸ δεσμωτήριον οἰκεῖν κατεδικάσθη, οὐδὲ σπουδάζει δεῖξαι τὴν παρανομίαν τὴν εἰς αὐτὸν γεγενημένην· ἀλλ' ἑνὸς μόνου γίνεται, οὐ τοῦ ἐκείνων δηλαδὴ κατηγορῆσαι, ἀλλὰ τοῦ ὑπὲρ ἑαυτοῦ μόνον εἰπεῖν. Καὶ τὰ μὲν παρὰ τῶν ἀδελφῶν συνεσκίασεν εἰπὼν, Ἐκλάπην ἐκ γῆς Ἑβραίων· τὰ δὲ παρὰ τῆς Αἰγυπτίας ἐκείνης τῆς ἀκολάστου οὐδὲ εἰς μέσον ἄγει, οὐδὲ τὴν παρὰ τοῦ δεσπότου ἄδικον κατ' αὐτοῦ ἀγανάκτησιν. Ἀλλὰ τί φησιν; Ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Ταῦτα ἀκούοντες παιδευώμεθα, ἐπειδάν τισι τοιούτοις περιπέσωμεν, μὴ ἐκείνους σπουδάζειν περιβάλλειν λοιδορίαις, καὶ τὴν γλῶσσαν ἀκονᾷν κατὰ τῆς ἑτέρων κατηγορίας, ἀλλὰ μόνον πράως καὶ ἡμέρως ἑαυτοὺς ἀνευθύνους δεικνύναι, καὶ μιμεῖσθαι τὸν θαυμάσιον τοῦτον, ὅτι οὐδὲ ἐν συμφορᾷ ὢν κατεδέξατο κἂν μέχρι ῥημάτων ἐκπομπεῦσαι τῆς Αἰγυπτίας τὴν ἀσέλγειαν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις καὶ ὑπεύθυνοι ὄντες ἐγκλήμασι, πολλῇ τῇ ἀναισχυντίᾳ κεχρημένοι τὰ ἑαυτῶν πλημμελήματα ἑτέροις περιάπτειν ἐπιχειροῦσιν· οὗτος δὲ τοῦ ἡλίου φανότερος τυγχάνων, καὶ δυνάμενος ἅπαντα μετὰ ἀληθείας εἰπεῖν, κἀκείνης τὴν μανίαν κατάδηλον ποιῆσαι, καὶ ἑαυτὸν περιφανέστερον ἀποδεῖξαι, οὐδὲν ἐκείνων εἰς μέσον ἄγει. Οὐδὲ γὰρ τὴν παρὰ τῶν ἀνθρώπων ἐθηρᾶτο δόξαν, ἀλλ' ἠρκεῖτο τῇ ἄνωθεν εὐνοίᾳ, καὶ τὸν ἀκοίμητον ἐκεῖνον μόνον ὀφθαλμὸν ἐβούλετο ἐπαινέτην ἔχειν τῶν γινομένων. Διὸ καὶ σιγῶντος αὐτοῦ, καὶ πάντα κρύπτειν ἐπιχειροῦντος, ὁ φιλάνθρωπος Δεσπότης εἰς τοσαύτην αὐτὸν περιφάνειαν ἤγαγεν, ὅτε καλῶς εἶδε τὸν ἀθλητὴν ἀγωνισάμενον. Τέως δὲ μάθωμεν καὶ ἐκ τῶν μετὰ ταῦτα γινομένων τὴν ὑπομονὴν τοῦ ἀνδρὸς, καὶ ὅπως πρὸς τὴν μέλλησιν οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησεν· ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρων ηὐχαρίστει τῷ ταῦτα συγχωροῦντι γίνεσθαι Δεσπότῃ. Ταῦτα ἀκούσας ὁ ἀρχισιτοποιὸς, καὶ νομίσας καὶ τὸ αὐτοῦ ὄναρ χρηστόν τι αὐτῷ προμηνύειν, διηγεῖται αὐτῷ τὴν τοῦ ὀνείρου ὄψιν. Ἀλλ' ἀκούσας ὁ Ἰωσὴφ, καὶ ἐκ τῆς ἄνωθεν ἀποκαλύψεως καὶ τὴν τούτου σύγκρισιν δεξάμενος, προμηνύει αὐτῷ τὸν μέλλοντα αὐτὸν καταλήψεσθαι ὄλεθρον, καί φησιν· Ἔτι τρεῖς ἡμέραι, καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. Διὰ τοῦτο προλαβὼν εἶπον, φησὶν, ὅτι οὐκ ἀπ' ἐμαυτοῦ ταῦτα ὑμῖν προμηνύω, ἀλλ' ἅπερ ἂν ὁ Θεὸς ἀποκαλύψῃ, ἵνα κἂν χρηστόν τι ὑποφαίνῃ τῶν ὀνειράτων ἡ ὄψις, κἂν τὸ ἐναντίον, μὴ ἐμοὶ λογίσησθε. Οὐ γὰρ οἴκοθεν ταῦτα φθέγγομαι, ἀλλ' ἐκεῖνα ὑμῖν διασαφῶ, ἅπερ ἂν ἡ ἄνωθεν χάρις κατάδηλα ποιήσῃ. Ἀλλὰ τῆς προθεσμίας ἐπιστάσης, εἰς ἔργον ἐξῄει τὰ παρὰ τοῦ Ἰωσὴφ εἰρημένα, καὶ καθὰ αὐτὸς συνέκρινεν, οὕτω γέγονεν ἀμφοτέροις, καὶ ὃς μὲν εἰς τὴν προτέραν ἐπανῆλθεν εὐημερίαν, ὃς δὲ τὴν τιμωρίαν ἐδέξατο. Ἀλλ' ὁ ἀρχιοινοχόος, ὁ τοσαῦτα παρακληθεὶς, οὐκ ἐμνήσθη, φησὶ, τοῦ Ἰωσὴφ, ἀλλ' ἐπελάθετο αὐτοῦ. Ὅρα πάλιν τὸν δίκαιον καθάπερ ἐν γυμνασίᾳ τινὶ καὶ παλαίστρᾳ ἀγωνιζόμενον, καὶ τῆς οἰκείας ἀρετῆς ἀπόδειξιν παρεχόμενον, καὶ οὐδεμίαν ταραχὴν ὑπομένοντα, οὐδὲ θορυβούμενον καὶ δυσανασχετοῦντα. Εἶπε γὰρ ἂν ἄλλος πρὸς ἑαυτὸν ἴσως, εἰ τῶν πολλῶν τις ἦν· Τί τοῦτο; ὁ μὲν ἀρχιοινοχόος, καθὰ συνέκρινα αὐτῷ τοῦ ὀνείρου τὴν ὄψιν, ἀπέλαβε μετὰ τοσαύτης ταχύτητος τὴν προτέραν εὐημερίαν, καὶ οὐδὲ μνήμην ἐποιήσατο ἐμοῦ τοῦ προμηνύσαντος. Ἀλλ' ἐκεῖνος μέν ἐστιν ἐν ἀνέσει τοσαύτῃ· ἐγὼ δὲ ὁ μηδὲν χαλεπὸν ἐργασάμενος, ἐνταῦθα κατακέκλεισμαι μετὰ ἀνδροφόνων, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ τῶν μυρία ἐργασαμένων κακά. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ᾔδει γὰρ ὅτι καὶ τὰ σκάμματα αὐτῷ μακρότερα ἐγίνετο, ἵνα νομίμως ἀγωνισάμενος λαμπρὸν ἀναδήσηται τὸν στέφανον.