Ancient Greek
ΟΜΙΛΙΑ ΙΑʹ Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-11
Not analysed yet
Ταῦτα λέγω νῦν, οὐχ ἵνα λυπήσω τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα διεγείρω καὶ παρασκευάσω, μήτε ἁπλῶς κατατείνειν τὸ σῶμα τῇ νηστείᾳ, μήτε εἰκῆ καὶ μάτην τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς παρατρέχειν. Καὶ τί λέγω τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς, ὅπου γε ἡμᾶς προσήκει, μήτε μίαν ὅλως ἡμέραν παραπέμπεσθαι, εἰ οἷόν τε, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, ἐν ᾗ μὴ κέρδος πνευματικὸν ἑαυτοῖς ἐναποτιθέμεθα, ἢ δι' εὐχῆς, ἢ δι' ἐξομολογήσεως, ἢ δι' εὐποιίας, ἢ δι' ἑτέρας τινὸς ἐργασίας πνευματικῆς; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα ἀκούσας, ἃ μέχρι τῆς σήμερον οὐδεὶς ἔγνω, ἐβόα λέγων· Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν· διδάσκων ἡμᾶς, ὅτι οὕτως ἑαυτὸν τοῖς κινδύνοις τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐξεδίδου, ὡς παρ' αὐτὸν τὸν θάνατον γίνεσθαι ἐφ' ἑκάστης ἡμέρας, καὶ ὅπερ ἡ φύσις οὐκ ἐδέχετο (ἑνὶ γὰρ θανάτῳ πάντες ὑποκείμεθα) τοῦτο ἡ φιλονεικία τῆς προαιρέσεως αὐτοῦ κατώρθου, εἰ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπὶ πλέον αὐτὸν διετήρει διὰ τὴν τῶν λοιπῶν σωτηρίαν· εἰ τοίνυν ἐκεῖνος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον ἡμῖν προσὸν ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν, κἂν γοῦν ταῦτα διορθοῦν; ὅταν δὲ ὁ αὐτὸς πολλάκις εὑρίσκοιτο, μὴ μόνον ἓν ἐλάττωμα ἔχων, ἀλλὰ καὶ πλείονα, καὶ ὀργίλος ᾖ, καὶ ἀκόλαστος, καὶ πλεονέκτης, καὶ βάσκανος, καὶ θυμώδης, καὶ μήτε ταῦτα διορθοῦν βούλοιτο, μήτε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι, ποία λοιπὸν ἂν γένοιτο σωτηρίας ἐλπίς; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἕκαστος τῶν ἀκουόντων τὸ κατάλληλον ἑαυτῷ φάρμακον δεχόμενος ἐκ τῶν παρ' ἡμῶν λεγομένων, σπουδάσῃ ταχέως, καὶ τῶν ἐνοχλούντων παθῶν ἀπαλλαγεὶς πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἑαυτὸν ἐπιτήδειον καταστῆσαι. Καὶ γὰρ ἐπὶ τῶν καμνόντων τὰ σώματα, κἂν μυριάκις ὁ ἰατρὸς ἐπιθῇ τὰ φάρμακα, ὁ δὲ ἄῤῥωστος μὴ ἀνέχηται ἐπιμένειν τὴν ἀπὸ τοῦ φαρμάκου θεραπείαν, ἀλλὰ πολλάκις δυσχεραίνων μετὰ τὸ ἐπιθεῖναι τὸν ἰατρὸν, οὐκ ἀνεχόμενος τῆς ἀλγηδόνος ἀποῤῥίπτοι τοῦτο, καὶ μὴ καταδέξοιτο τὴν ἐξ αὐτοῦ ὠφέλειαν, οὐδεὶς ἂν τῶν εὖ φρονούντων μέμψοιτο τῷ ἰατρῷ τῷ τὰ παρ' ἑαυτοῦ πάντα εἰσαγαγόντι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα ἡμεῖς μὲν τὸ φάρμακον τὸ ἀπὸ τῆς διδασκαλίας τῆς πνευματικῆς κατασκευάσαντες ἐπιτίθεμεν· ὑμέτερον δὲ ἂν εἴη λοιπὸν καὶ ἀνέχεσθαι τῶν ἀλγηδόνων, καὶ τῆς θεραπείας ἀπόνασθαι, καὶ ἀπαλλαγέντας τῆς νόσου πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανελθεῖν. Οὕτω γὰρ καὶ αὐτοὶ πολλὴν τῆς ὠφελείας τὴν αἴσθησιν λήψεσθε, καὶ ἡμεῖς οὐ μικρὰν ἕξομεν τὴν παραμυθίαν, ὁρῶντες τοὺς πρότερον κάμνοντας, οὕτω ταχέως πρὸς ὑγίειαν ἐπανελθόντας. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν γοῦν ἐκ τοῦ παρόντος σπουδαζέτω, ὅπερ οἶδεν ἐνοχλοῦν αὐτῷ ἐλάττωμα τῶν ἄλλων πλέον παθῶν, τοῦτο ἐκτέμνειν τῆς ψυχῆς, καὶ τῷ εὐσεβεῖ λογισμῷ, καθάπερ μαχαίρᾳ τινὶ πνευματικῇ χρώμενος, οὕτως ἑαυτὸν τοῦ πάθους ἀπαλλαττέτω. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς λογισμὸν ἀρκοῦντα, καὶ δυνάμενον, εἰ βουληθείημεν μικρὸν διαβλέψαι, ἑκάστου τῶν ἐν ἡμῖν τικτομένων παθῶν περιγίνεσθαι. Διὰ τοῦτο καὶ τῶν ἁγίων ἡμῖν ἁπάντων τοὺς βίους καὶ τὴν πολιτείαν διὰ τῶν θείων Γραφῶν ἀνάγραπτον καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ἡμῖν ὄντες φύσεως, ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, μὴ ῥᾳθυμῶμεν περὶ τὴν ταύτης ἐργασίαν.