Ancient Greek · ~9 min
ΟΜΙΛΙΑ ΙΑʹ Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-5
Not analysed yet
Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος Παῦλος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι, καὶ ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τινὰ, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, ἐκπλήττομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ λογίζομαι, ὅτι πᾶσαν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσε· καὶ ἡμῶν ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, ὅταν καὶ τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονὼς, καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκόμενος, σπαραττόμενος, καὶ δημοσίᾳ συρόμενος ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων, οἳ καὶ νομίσαντες αὐτὸν πολλάκις τεθνάναι, τότε λοιπὸν, ὡς εἰς ἔργον ἀγαγόντες τὴν φονικὴν αὐτῶν γνώμην, οὕτω κατέλιπον; Εὑρίσκεταί τις ἡμῶν τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδεικνύμενος, οὕτως ἀναπεπτωκότων, καὶ τοσαύτῃ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδεδωκότων; Ἀλλ' ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι· οὕτω γὰρ ἦν αὐτῷ τοῦτο βαρὺ καὶ ἐπαχθὲς, ὡς καὶ ἀναδύεσθαι, καὶ μηδέποτε βούλεσθαι ταῦτα εἰς μέσον ἄγειν, ἀλλὰ καὶ τολμᾷν ἑαυτὸν καλεῖν βλάσφημον, καὶ διώκτην· ἐπειδὴ δὲ πολλὴν εἶδε τὴν ἀνάγκην, ὑπὲρ τοῦ ἀποῤῥάψαι τὰ στόματα τῶν ἀπατεώνων, καὶ μικρὰν δοῦναι τὴν παραψυχὴν τοῖς μαθητευομένοις, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον, οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μήποτε ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς καταναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴ γέ τινες ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἐν ᾧ δ' ἄν τις τολμᾷ, φησὶν, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ· τοῦτ' ἔστιν, ἐπειδὴ πολλὴν ὁρῶ τὴν ἀνάγκην, τολμῆσαι βούλομαι, καὶ ἀφροσύνης ἔργον ἐπιδείξασθαι. Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ. Ἐπὶ τούτοις, φησὶ μέγα φρονοῦσι· μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε, Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ.