Ancient Greek
ΟΜΙΛΙΑ ΙΓʹ Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-13
Not analysed yet
Ὅρα εὐθέως, πόσην τὴν τιμὴν εἰς αὐτὸν ἐπιδείκνυται. Ἔξω τοῦ παραδείσου τοῦτον δημιουργήσας, εὐθέως αὐτὸν παραγαγὼν, ἵνα διὰ τῶν πραγμάτων αἴσθησιν αὐτῷ τῆς εὐεργεσίας παράσχῃ, καὶ γνῷ διὰ τῶν ἔργων τὴν τιμὴν, ἣν εἰς αὐτὸν ἐπιδείκνυται, εἰς τὸν παράδεισον αὐτὸν εἰσήγαγε, Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ τὸ, Ἔθετο, πάλιν οὕτω νοῶμεν, ἀντὶ τοῦ προσέταξεν ἐκεῖ αὐτὸν διάγειν, ἵνα καὶ ἡ ὄψις καὶ ἡ διαγωγὴ πολλὴν αὐτῷ τὴν ἡδονὴν παρέχῃ, καὶ εἰς εὐχαριστίας εὐγνωμοσύνην αὐτὸν διεγείρῃ, ἐννοοῦντα ὅσον εὐεργέτηται οὐδὲν οὐδέπω ἐπιδειξάμενος. Μὴ τοίνυν ξενιζέτω σε ἡ τοῦ Ἔθετο λέξις· ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ δι' ἡμᾶς καὶ τὴν ὠφέλειαν τὴν ἡμετέραν ταῖς ἀνθρωπίναις κεχρῆσθαι λέξεσι. Καὶ ἵνα μάθῃς, ὅρα πῶς προλαβοῦσα, καὶ ἐπὶ τῆς τῶν ἀστέρων δημιουργίας τῇ αὐτῇ λέξει ἐχρήσατο εἰποῦσα, Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐχ ἵνα ἐμπεπῆχθαι αὐτοὺς τῷ οὐρανῷ νοήσωμεν (καὶ γὰρ ἕκαστος αὐτῶν τὸν οἰκεῖον δρόμον διανύει τόπους ἐκ τόπων ἀμείβων), ἀλλ' ἵνα διδάξῃ, ὅτι ἐν τῷ οὐρανῷ αὐτοὺς εἶναι προσέταξε, καθάπερ καὶ τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ διάγειν. Καὶ ἐξανέτειλε, φησὶν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ἰδοὺ καὶ ἕτερον εὐεργεσίας εἶδος πάλιν διὰ τὴν εἰς τὸν δημιουργηθέντα τιμήν. Ἐπειδὴ γὰρ αὐτὸν ἐν τῷ παραδείσῳ διάγειν ἐβουλήθη, προσέταξεν ἐκ τῆς γῆς ἀναδοθῆναι δένδρα διάφορα, ὁμοῦ καὶ τέρπειν αὐτὸν δυνάμενα διὰ τῆς θέας, καὶ πρὸς βρῶσιν ἐπιτήδεια. Πᾶν γὰρ ξύλον, φησὶν, ὡραῖον εἰς ὅρασιν, τοῦτ' ἔστιν εἰς θέαν· Καὶ καλὸν εἰς βρῶσιν, τοῦτ' ἔστι καὶ εὐφραίνειν δυνάμενα διὰ τῆς ὄψεως, καὶ ἡδονὴν πολλὴν παρέχοντα διὰ τῆς βρώσεως, καὶ τῷ πλήθει δὲ καὶ τῇ ἀφθονίᾳ πολλὴν τὴν εὐφροσύνην προξενοῦντα τῷ μέλλοντι τούτων ἀπολαύειν. Πᾶν γὰρ, φησὶ, ξύλον, ὅπερ ἂν εἴπῃς, ἀναδοθῆναι πεποίηκεν. Εἶδες διαγωγὴν ἀταλαίπωρον; εἶδες βίον θαυμαστόν; Καθάπερ γὰρ ἄγγελός τις, οὕτως ἐπὶ τῆς γῆς διέτριβεν ὁ ἄνθρωπος, σῶμα μὲν περικείμενος, ἔξω δὲ τῶν σωματικῶν ἀναγκῶν τυγχάνων, καὶ καθάπερ βασιλεὺς ἁλουργίδι καὶ διαδήματι κεκοσμημένος, καὶ πορφυρίδα ἀναβεβλημένος, οὕτως ἐνετρύφα τῇ τοῦ παραδείσου διαγωγῇ μετὰ ἀδείας πολλὴν ἔχων τὴν ἀφθονίαν. Καὶ τὸ ξύλον, φησὶ, τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Μετὰ τὸ διδάξαι ἡμᾶς, ὅτι πᾶν ξύλον ἐξέδωκεν ἡ γῆ κατὰ τὸ τοῦ Δεσπότου πρόσταγμα, καὶ ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, τότε φησί· Καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Προειδὼς γὰρ ὁ φιλάνθρωπος Δεσπότης, ὡς δημιουργὸς, τὴν ἐκ τῆς πολλῆς ἀδείας μέλλουσαν τοῦ χρόνου προϊόντος τίκτεσθαι βλάβην, ἀνῆκε καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, ἐπειδὴ μετ' οὐ πολὺ μέλλει τὴν τούτου ἀποχὴν αὐτῷ κελεύειν, ἵνα εἰδέναι ἔχῃ, ὅτι χάριτι καὶ φιλανθρωπίᾳ τὴν ἀπόλαυσιν ἔχει, καὶ ἔστι Δεσπότης καὶ δημιουργὸς καὶ τῆς αὐτοῦ φύσεως, καὶ πάντων τῶν ὁρωμένων. Διὰ τοῦτο ἤδη τοῦ ξύλου τὴν μνήμην ἐποιήσατο, καὶ διηγεῖται ἡμῖν ἐφεξῆς τῶν ποταμῶν τὰ ὀνόματα, καὶ τούτων τὸν ἀφορισμὸν, ὡς ἂν εἴποι τις, καὶ ὅτι ἐξ ἐκείνου τοῦ τὴν ἀρδείαν τῷ παραδείσῳ παρέχοντος ἕτεροι εἰς τέσσαρας ἀρχὰς διαιρεθέντες, οὕτω τὰ κλίματα τῆς γῆς διενείμαντο. Ἀλλ' ἴσως οἱ τὰ ἀπὸ τῆς οἰκείας σοφίας φθέγγεσθαι βουλόμενοι, πάλιν οὔτε ποταμοὺς συγχωροῦσιν εἶναι τοὺς ποταμοὺς, οὔτε τὰ ὕδατα ὕδατα, ἀλλ' ἕτερόν τι φαντάζεσθαι ἀναπείθουσι τοὺς ἐκδιδόναι αὐτοῖς τὰς ἀκοὰς αἱρουμένους. Ἀλλ' ἡμεῖς, παρακαλῶ, τούτων μὲν μὴ ἀνεχώμεθα, ἀλλ' ἀποφράττωμεν αὐτοῖς τὰς ἀκοὰς, πειθώμεθα δὲ τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ὑπ' αὐτῆς εἰρημένοις κατακολουθοῦντες, τὰ ὑγιῆ δόγματα σπουδάζωμεν ἐναποτίθεσθαι ταῖς ἑαυτῶν ψυχαῖς, καὶ μετὰ τούτων καὶ βίου ἀκρίβειαν ἐπιδείκνυσθαι, ἵνα καὶ ὁ βίος μαρτυρῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα τὸν βίον ἀξιοπιστότερον ἀποφαίνῃ. Οὔτε γὰρ ἐὰν ἔχωμεν δόγματα μὲν ὀρθὰ, βίου δὲ ἀμελῶμεν, ὄφελος ἡμῖν ἔσται τι· οὔτε ἐὰν βίον ἔχοντες, τῶν ὀρθῶν δογμάτων ἀμελῶμεν, κερδᾶναί τι χρήσιμον καὶ πρὸς σωτηρίαν ἡμετέραν δυνησόμεθα. Προσήκει γὰρ, εἰ βουλοίμεθα καὶ γεέννης ἐλευθερωθῆναι, καὶ βασιλείας ἐπιτυχεῖν, ἀμφοτέρωθεν κοσμεῖσθαι, καὶ δογμάτων ὀρθότητι, καὶ βίου ἐπιμελείᾳ. Τί γὰρ ὄφελος, εἰπέ μοι, δένδρου εἰς ὕψος πολὺ ἐκτεινομένου, καὶ τοῖς φύλλοις κομῶντος, ὅταν καρποῦ ἔρημον ᾖ; Οὕτω καὶ τὸν Χριστιανὸν οὐδὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐὰν τῆς κατὰ τὸν βίον πολιτείας ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς τοιούτους ἐμακάριζε λέγων· Μακάριος ὁ ποιήσας καὶ διδάξας. Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβεστέρα καὶ ἀξιοπιστοτέρα πολλῷ. Ὁ γὰρ τοιοῦτος καὶ σιγῶν, καὶ μὴ ὁρώμενος παιδεύειν δύναται, τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ διὰ τῆς ἀκοῆς, καὶ πολλῆς ἀπολαύσεται τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας, οὐ μόνον δι' ἑαυτοῦ, ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζων δοξάζεσθαι τὸν ἑαυτοῦ Δεσπότην. Ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν, καὶ διὰ πολλῶν στομάτων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μόνον, καὶ μάρτυρες τοῦ βίου ὄντες, καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δεσπότην, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες παρ' ἑτέρων ταῦτα μανθάνοντες, καὶ οἱ πόῤῥωθεν οἰκοῦντες, καὶ οἱ μακρὰν ἀπῳκισμένοι καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰδεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἡ ἰσχὺς, ὡς καὶ τῶν πολεμούντων αὐτῇ ἀποφράττειν τὰ στόματα, καὶ τὴν γλῶτταν ἐπιστομίζειν. Καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ὄψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν ἀρετὴν ἡ κακία ἀντιβλέψαι δυνήσεταί ποτε, ἀλλὰ παραχωρήσει, καὶ νῶτα δώσει, καὶ τὴν ἧτταν ὁμολογήσει, Ὃ δὴ καὶ πεπεισμένοι ἀντεχώμεθα τῆς ἀρετῆς, καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ τῶν μικρῶν καὶ εὐτελῶν εἶναι δοκούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις, εἴτε ἐν πράγμασιν, ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημάτων, ἐὰν τῶν μικρῶν ἀποσχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.