Ancient Greek
ΟΜΙΛΙΑ ΙΓʹ Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-11
Not analysed yet
Καὶ σκόπει καὶ ἐν αὐτῷ τούτῳ τὴν διαφορὰν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ, καὶ τῆς τῶν ἀλόγων δημιουργίας. Ἐπ' ἐκείνων μὲν γάρ φησιν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ ὁμοῦ ἀνεδίδοτο ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα· καὶ ἐπὶ τῆς γῆς πάλιν ὡσαύτως· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ οὕτως, ἀλλὰ πρότερον ἀπὸ τοῦ χοὸς τὸ σῶμα δημιουργεῖται, καὶ μετὰ ταῦτα ἡ ζωτικὴ δύναμις αὐτῷ δίδοται, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. Διὰ τοῦτο καὶ περὶ τῶν ἀλόγων ἔλεγε Μωϋσῆς, ὅτι Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ ἐστιν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐσία τίς ἐστιν ἀσώματος καὶ ἀθάνατος πολλὴν πρὸς τὸ σῶμα τὴν ὑπεροχὴν κεκτημένη, καὶ τοσαύτην, ὅσην εἰκὸς τὸ ἀσώματον τοῦ σώματος. Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν, εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται, καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; Οὐχ ὁρᾷς, ἀγαπητὲ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; Ὥσπερ γὰρ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος καὶ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ τὰ ζῶα τὰ ἄλογα, καὶ μετὰ ταῦτα ἅπαντα ὁ ἄνθρωπος, ὁ τούτων ἁπάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῇ τῇ διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα παράγεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα τῷ ἀνθρώπῳ εἶναι χρήσιμα, πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν· οὕτω καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχῃ τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. Καὶ ἐφύτευσε, φησὶν, ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. Ἐπειδὴ τὴν οἰκείαν φιλανθρωπίαν ἐπεδείξατο ὁ τῶν ὅλων Δεσπότης, καὶ δι' ὃν πάντα τὰ ὁρώμενα ἐδημιούργησεν, καὶ παρήγαγεν εἰς μέσον, εὐθέως ἄρχεται τὰς εἰς αὐτὸν εὐεργεσίας κατατίθεσθαι. Καὶ ἐφύτευσεν ὁ Θεὸς, φησὶ, παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Σκόπει καὶ ἐνταῦθα, ἀγαπητὲ, ὅτι ἐὰν μὴ θεοπρεπῶς τὰ ῥήματα δεχώμεθα, εἰς βαθὺν κρημνὸν ἀνάγκη κατενεχθῆναι. Τί γὰρ ἂν εἰπεῖν ἔχοιεν, καὶ ἐπὶ τούτου τοῦ ῥήματος, οἱ πάντα τὰ περὶ τοῦ Θεοῦ λεγόμενα ἀνθρωπίνως ἐκλαμβάνειν τολμῶντες; Καὶ ἐφύτευσεν ὁ Θεὸς, φησὶ, παράδεισον. Τί οὖν; εἰπέ μοι· σκαπάνης ἐδεήθη καὶ γεωργίας, καὶ τῆς ἄλλης ἐπιμελείας, ἵνα καλλωπίσῃ τὸν παράδεισον; Μὴ γένοιτο. Πάλιν γὰρ καὶ ἐνταῦθα τὸ, Ἐφύτευσεν, οὕτω δεῖ νοεῖν, ὅτι προσέταξε παράδεισον ἐν τῇ γῇ γενέσθαι, ὥστε τὸν παραχθέντα ἄνθρωπον τούτῳ ἐνδιαιτᾶσθαι. Ὅτι γὰρ διὰ τοῦτον τὸν παράδεισον παρήγαγεν, ἄκουσον αὐτῆς τῆς Γραφῆς λεγούσης· Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ τόπου ἐντίθησιν ἐν τοῖς γράμμασιν ὁ μακάριος Μωϋσῆς, ἵνα μὴ ἐξῇ τοῖς φλυαρεῖν μάτην βουλομένοις ἀπατᾷν τῶν ἀφελεστέρων τὰς ἀκοὰς, καὶ λέγειν, μὴ εἶναι ἐν τῇ γῇ τὸν παράδεισον, ἀλλ' ἐν οὐρανῷ, καὶ μυθολογίας τινὰς τοιαύτας ὀνειροπολεῖν. Εἰ γὰρ καὶ τοσαύτῃ χρησαμένης ἀκριβείᾳ τῆς θείας Γραφῆς, οὐ παρῃτήσαντό τινες τῶν ἐπὶ εὐγλωττίᾳ μεγαλοφρονούντων, καὶ τῇ σοφίᾳ τῇ ἔξωθεν, ἀπεναντίας τοῖς γεγραμμένοις φθέγγεσθαι, καὶ εἰπεῖν, μὴ ἐπὶ τῆς γῆς εἶναι τὸν παράδεισον, καὶ πολλὰ ἕτερα τῶν εἰρημένων παρεγγυῶντες, μὴ ὡς γέγραπται φρονεῖν, ἀλλ' ἀπεναντίας ἔρχεσθαι, καὶ τὰ ἐπὶ τῆς γῆς εἰρημένα περὶ τῶν ἐν οὐρανοῖς νομίζειν εἰρῆσθαι· εἰ μὴ τῇ ταπεινότητι τούτων τῶν λόγων, καὶ τῇ συγκαταβάσει ὁ μακάριος Μωϋσῆς ἐχρήσατο, τοῦ ἁγίου Πνεύματος τὴν γλῶτταν αὐτοῦ κινοῦντος, ποῦ οὐκ ἂν ἐξεκυλίσθησαν, καίτοι γε τῆς ἁγίας Γραφῆς, ἐπειδὰν βούληταί τι τοιοῦτον ἡμᾶς διδάσκειν, ἑαυτὴν ἑρμηνευούσης, καὶ οὐκ ἀφιείσης πλανᾶσθαι τὸν ἀκροατήν; Ἀλλ' ἐπειδὴ οἱ πολλοὶ οὐ διὰ τὸ καρπώσασθαί τι κέρδος ἐκ τῶν θείων Γραφῶν, ἀλλὰ τέρψεως ἕνεκεν τὰς ἀκοὰς ὑπέχουσι τοῖς τὰ παριστάμενα λέγουσι· διὰ τοῦτο οὐ τοῖς ὠφελοῦσιν, ἀλλὰ τοῖς τέρπειν μᾶλλον δυναμένοις προσέχειν σπουδάζουσι. Διὸ, παρακαλῶ, πᾶσι τοῖς τοιούτοις τὰς ἀκοὰς ἀποτειχίσαντες, τῷ κανόνι τῆς ἁγίας Γραφῆς κατακολουθήσωμεν. Καὶ ὅταν ἀκούσῃς, ἀγαπητὲ, ὅτι Ἐφύτευσε παράδεισον ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, τὸ μὲν, Ἐφύτευσε, θεοπρεπῶς ἐπὶ Θεοῦ νόει, ὅτι προσέταξε, τὸ δὲ ἑξῆς πίστευε, ὅτι καὶ παράδεισος γέγονε, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα καὶ ἡ Γραφὴ ἐπεσημήνατο. Τὸ γὰρ μὴ πιστεύειν τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις, ἀλλ' ἕτερα ἐπεισάγειν ἐξ οἰκείας διανοίας, πολὺν ἡγοῦμαι κίνδυνον φέρειν τοῖς τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἔθετο, φησὶν, ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.