Ancient Greek
ΟΜΙΛΙΑ ΙΔʹ Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-14
Not analysed yet
Τίς ἂν κατ' ἀξίαν θαυμάσειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον πόσης ἀξιοῖ τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ τὴν ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀποσχέσθαι ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βουληθεὶς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ' ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα. Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· Οὐ φάγεσθε ἀπ' αὐτοῦ, καὶ, ᾟ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· δηλῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἕν εἰσιν ἀνὴρ καὶ γυνὴ, καθὼς καὶ ὁ Παῦλός φησι· Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνήρ. Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορμὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ' αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μὲν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο τὸ περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαραφυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι παραβήσεται; καὶ πάλιν, διὰ τί γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ; καὶ πολλὰ ἕτερα· ἀλλ' ἵνα μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβάσεως δόξωμεν προπηδᾷν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμεῖναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἵν' οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἵν' εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, τὰ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ἰδοὺ πάλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, Κύριος ὁ Θεὸς, ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησὶν, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεὸς, ἀλλ' εὐεργεσίας εὐεργεσίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ μετὰ τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι. Εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τὸ, Ποιήσωμεν Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάττειν τῷ αὐτῷ κέχρηται ῥήματι, καί φησι, Ποιήσωμεν. Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστήν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν σύμβουλον, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδὰμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττόμενον, διὰ τοῦτο καθάπερ ἐπ' αὐτοῦ ἔλεγε, Ποιήσωμεν, οὕτω καὶ νῦν φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τὸ, Βοηθὸν, καὶ τὸ, Κατ' αὐτόν. Οὐ βούλομαι, φησὶ, μόνον αὐτὸν εἶναι, ἀλλ' ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνουσίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ τοῦτό φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν, καὶ προσέθηκε δὲ, Κατ' αὐτὸν, ἵν' ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγόμενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ' οὐδὲν ἴσον τῆς λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε, Βοηθὸν κατ' αὐτὸν, καὶ ἐπήγαγε· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τὰ μέλλοντα μετ' οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολλὴν σοφίαν, ἣν κεχάρισται τῷ ὑπ' αὐτοῦ δημιουργηθέντι, ἵν' ἐπειδὰν τὰ τῆς παραβάσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι' ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ' εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα.