Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ ΙΕʹ Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-15
Not analysed yet
Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς προφητείας τὴν ἀκρίβειαν, καὶ ὅπως μέχρι τοῦ νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς διαλάμπει τὸ ὑπ' αὐτοῦ εἰρημένον, ἄκουε καὶ τῶν ἑξῆς· Αὕτη κληθήσεται γυνὴ, φησὶν, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἶδες πῶς ἅπαντα ἡμῖν παρήνοιξε, διὰ τῆς οἰκείας προφητείας ἕκαστον μετὰ ἀκριβείας δηλώσας; Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Πάλιν ἡμῖν τὴν ἀφαίρεσιν τῆς πλευρᾶς αἰνίττεται· εἶτα δηλῶν τὰ μέλλοντα συμβήσεσθαι, φησίν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Πόθεν, εἰπέ μοι, ταῦτα ἐπῆλθεν αὐτῷ φθέγξασθαι; πόθεν ᾔδει τὰ μέλλοντα, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει τὸ τῶν ἀνθρώπων γένος; ὅτι γὰρ συνουσία ἔσται ἀνδρὸς καὶ γυναικὸς, πόθεν ἠπίστατο; Μετὰ γὰρ τὴν παράβασιν τὰ τῆς συνουσίας γέγονεν· ἐπεὶ μέχρις ἐκείνου καθάπερ ἄγγελοι οὕτω διῃτῶντο ἐν τῷ παραδείσῳ, οὐχ ὑπὸ ἐπιθυμίας φλεγόμενοι, οὐχ ὑπὸ ἑτέρων παθῶν πολιορκούμενοι, οὐ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενοι, ἀλλὰ δι' ὅλου ἄφθαρτοι κτισθέντες καὶ ἀθάνατοι, ὅπου γε οὐδὲ τῆς τῶν ἱματίων περιβολῆς ἐδέοντο. Ἦσαν γὰρ, φησὶν, οἱ δύο γυμνοὶ, καὶ οὐκ ᾐσχύνοντο. Οὐδέπω γὰρ τῆς ἁμαρτίας ὑπεισελθούσης, καὶ τῆς παρακοῆς, τῇ ἄνωθεν ἦσαν δόξῃ ἠμφιεσμένοι, δι' ὃ οὐδὲ ᾐσχύνοντο· μετὰ δὲ τὴν παράβασιν τῆς ἐντολῆς, τότε καὶ ἡ αἰσχύνη ἐπεισῆλθε, καὶ ἡ γνῶσις τῆς γυμνότητος. Πόθεν οὖν, εἰπέ μοι, ταῦτα αὐτῷ ἐπῆλθε φθέγγεσθαι; ἢ δῆλον ὅτι προφητικοῦ χαρίσματος μετέχων πρὸ τῆς παρακοῆς, ἅπαντα ταῦτα ἑώρα τοῖς πνευματικοῖς ὀφθαλμοῖς; Ταῦτα δὲ οὐχ ἁπλῶς νῦν μηνύω, ἀλλ' ἵνα ἐντεῦθεν ἤδη καὶ τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν καταμάθητε, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἀγγελικὸν αὐτῷ βίον ἐξ ἀρχῆς χαρισάμενος, καὶ μυρίας εἰς αὐτὸν εὐεργεσίας παραθέμενος, καὶ μετὰ τῶν ἄλλων ἁπάντων καὶ προφητικοῦ χαρίσματος αὐτὸν ἀξιώσας, καὶ τοῦ ἀνθρώπου δὲ τὴν μετὰ τοσαύτας εὐεργεσίας ῥᾳθυμίαν ἰδόντες, μηκέτι ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγητε, ἀλλὰ τούτῳ τὸ πᾶν λογίζησθε. Αὐτὸς γὰρ ἑαυτῷ πάντων αἴτιος γέγονε τῶν κακῶν, ὡς καὶ μετὰ ταῦτα μαθήσεσθε, καὶ τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν καὶ τῆς καταδίκης, ἣν διὰ τὴν παρακοὴν ὑπέμεινεν. Ὅταν γὰρ ἐννοήσω τῆς διαγωγῆς αὐτοῦ τὴν κατάστασιν, ἣν ὁ Δεσπότης αὐτῷ ἐχαρίσατο, οὕτω δαψιλεῖς εἰς αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος· καὶ πρῶτον μὲν, ὅτι, καὶ πρὸ τῆς αὐτοῦ διαπλάσεως, τοῦτον ὅλον τῆς κτίσεως κόσμον δι' αὐτὸν παρήγαγε, καὶ τότε αὐτὸν ἐδημιούργησεν, ἵνα γενόμενος ἀπολαύσῃ πάντων τῶν ὁρωμένων· εἶτα τὸν παράδεισον γενέσθαι προστάξας, ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι ἐβουλήθη, χωρίσας τῶν ἀλόγων ζώων, καὶ πάντων αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, καθάπερ δεσπότην τινὰ δούλοις καὶ ὑπηκόοις τὰ ὀνόματα θεῖναι πᾶσιν ἐπέταξεν· εἶτα ἐπειδὴ μόνος ὢν ἐδεῖτό τινος τῆς αὐτῆς αὐτῷ κοινωνοῦντος οὐσίας βοηθοῦ, οὐδὲ τοῦτο παρέλιπεν, ἀλλὰ τὴν γυναῖκα παραγαγὼν, καθ' ὃν αὐτὸς ἐβουλήθη τρόπον, ἐνεχείρισεν αὐτῷ ταύτην, καὶ μετὰ τούτων ἁπάντων καὶ προφητείας αὐτῷ ἀξίωμα χαρισάμενος· καὶ μετὰ τὰς ἀφάτους ταύτας εὐεργεσίας καὶ τὸ κεφάλαιον ἁπάντων ἐδωρήσατο, πάντων αὐτὸν ἐλευθερώσας τῶν τοῦ σώματος φροντίδων, καὶ μήτε ἱματίων περιβολῆς, μήτε ἑτέρας τινὸς χρείας δεῖσθαι συγχωρήσας, ἀλλὰ, καθάπερ ἔφθην εἰπὼν, ὡς ἄγγελον ἐπίγειον, οὕτως αὐτὸν ἐπὶ τῆς γῆς διάγειν βουληθείς· ὅταν τοίνυν πάντα ταῦτα λογίσωμαι, καὶ τοῦ Δεσπότου ἐκπλήττομαι τὴν περὶ τὸ γένος τὸ ἡμέτερον φιλανθρωπίαν, καὶ τοῦ ἀνθρώπου τὴν ῥᾳθυμίαν, καὶ τοῦ διαβόλου τὴν βασκανίαν· οὐ γὰρ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρῶν ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὴν διαγωγήν.