Ancient Greek
ΟΜΙΛΙΑ ΙΕʹ Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-13
Not analysed yet
Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν. Οὐκέτι γὰρ εἶπεν, ἔπλασεν, ἀλλ' ᾨκοδόμησεν· ἐπειδὴ ἐκ τοῦ ἤδη πλασθέντος τὸ μέρος ἔλαβε, καὶ ὡς ἂν εἴποι τις, τὸ λεῖπον ἐχαρίσατο. Διὰ τοῦτό φησι, Καὶ ᾠκοδόμησεν· οὐκ ἄλλην πλάσιν εἰργάσατο, ἀλλ' ἐκ τῆς ἤδη γενομένης πλάσεως βραχύ τι μέρος λαβὼν, τοῦτο τὸ μέρος ᾠκοδόμησε, καὶ τέλειον εἰργάσατο τὸ ζῶον. Πόση τοῦ ἀριστοτέχνου Θεοῦ ἡ δύναμις, ἀπὸ τοῦ βραχυτάτου μέρους ἐκείνου τοσούτων μελῶν ἀναλογίαν ἐργάσασθαι, καὶ τοσαύτας αἰσθήσεις δημιουργῆσαι, καὶ τέλειον καὶ ὁλόκληρον καὶ ἀπηρτισμένον ζῶον κατασκευάσαι, τὸ δυνάμενον καὶ προσδιαλέγεσθαι, καὶ τῇ τῆς οὐσίας κοινωνίᾳ πολλὴν αὐτῷ τὴν παραμυθίαν εἰσφέρειν. Διὰ γὰρ τὴν τούτου παράκλησιν τοῦτο τὸ ζῶον ἐδημιουργήθη. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ὁρᾷς πῶς ἅπαντα δι' αὐτὸν γίνεται; Μετὰ γὰρ τὴν δημιουργίαν τῆς κτίσεως, μετὰ τὸ παραχθῆναι τὰ ἄλογα, τὰ πρὸς βρῶσιν ἐπιτήδεια, τὰ πρὸς ὑπηρεσίαν χρησιμεύειν δυνάμενα, ἐπειδὴ ἐδεῖτο ὁ πλασθεὶς ἄνθρωπός τινος τοῦ προσδιαλεγομένου, καὶ δυναμένου τῇ κοινωνίᾳ τῆς οὐσίας πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν, διὰ τοῦτο ἐκ τῆς πλευρᾶς αὐτοῦ δημιουργεῖται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν τέλειον καὶ ἀπηρτισμένον αὐτὸ εἰργάσατο, κατὰ πάντα τῷ ἀνθρώπῳ ὅμοιον, ἀντὶ τοῦ, λογικὸν, δυνάμενον ἐν τοῖς καιρίοις αὐτῷ καὶ τοῖς ἀναγκαίοις καὶ συνέχουσι τὴν ζωὴν τὰ τῆς βοηθείας εἰσφέρειν. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα σοφίᾳ τινὶ καὶ δημιουργίᾳ οἰκονομῶν. Εἰ γὰρ καὶ ἡμεῖς διὰ τὴν τῶν λογισμῶν ἀσθένειαν καταλαμβάνειν μὴ δυνάμεθα τὸν τρόπον τῶν γεγενημένων, ἀλλ' ὅμως πιστεύομεν, ὅτι τῷ βουλήματι αὐτοῦ πάντα εἴκει, καὶ ὅπερ ἂν προστάξῃ, τοῦτο εἰς μέσον παράγεται. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· δεικνὺς, ὅτι δι' αὐτὸν αὐτὴν παρήγαγεν. Ἤγαγεν αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Ἐπειδὴ γὰρ οὐδεὶς εὑρέθη, φησὶν, ἐν πᾶσι τοῖς ἄλλοις ὅμοιός σοι βοηθὸς, ἰδοὺ ὅπερ ὑπεσχόμην (ἐπηγγειλάμην γὰρ βοηθὸν ὅμοιόν σοι κατασκευάζειν), τοῦτο πληρώσας παραδίδωμί σοι. Ἤγαγε γὰρ αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδὰμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς μετὰ τῆς σοφίας ἐκείνης τῆς ἀφάτου, τῆς παρὰ τοῦ Θεοῦ αὐτῷ χορηγηθείσης, τὰ δείγματα ἡμῖν ἐδείκνυ διὰ τῆς τῶν ὀνομάτων θέσεως ἅπερ ἐπέθηκε τοσούτοις τοῖς γένεσι τῶν ἀλόγων ζώων, καὶ προφητικῆς ἠξίωτο χάριτος. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀνωτέρω ἐδίδαξεν ἡμᾶς ὁ μακάριος οὗτος προφήτης, ὅτι μετὰ τοῦ ὕπνου καὶ ἔκστασις αὐτὸν ἔλαβεν, ὡς μηδὲ ὅλως αἴσθησιν δέξασθαι τοῦ γενομένου, ἵν' ἐπειδὰν μάθῃς νῦν, ὅτι μετὰ τὴν θέαν τῆς γυναικὸς μετὰ ἀκριβείας ἀπαγγέλλει τὸ γεγονὸς, πεισθῇς ἀκριβῶς, ὅτι προφητικῇ χάριτι ταῦτα φθέγγεται, καὶ ἐνηχούμενος ὑπὸ τῆς τοῦ ἁγίου Πνεύματος διδασκαλίας. Ὁ γὰρ μηδὲν τῶν γεγενημένων εἰδὼς, ἐπειδὴ ἤγαγεν αὐτὴν πρὸς αὐτὸν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἕτερος δέ τις ἑρμηνευτής φησιν, ἀντὶ τοῦ Νῦν, Τοῦτο ἅπαξ, δηλῶν ὅτι νῦν τοῦτο μόνον γέγονε, καὶ οὐκέτι οὕτως ἔσται τῆς γυναικὸς ἡ διάπλασις. Νῦν, φησὶν, ἐξ ἀνδρὸς γέγονεν ἡ γυνὴ, μετὰ δὲ ταῦτα οὐχ οὕτως, ἀλλ' ἐκ τῆς γυναικὸς ὁ ἀνήρ· μᾶλλον δὲ οὐκ ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκ τῆς ἀμφοτέρων συνεργίας· ὡς καὶ ὁ Παῦλός φησιν· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ναί· ἀλλὰ ταῦτα, φησὶ, τὰ εἰρημένα δείκνυσιν, ὅτι ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς ἐγένετο. Ἀλλ' ἀνάμεινον, καὶ ὄψει διὰ τοῦ ἐπαγομένου τὴν ἀκριβῆ διδασκαλίαν. Φησὶ γάρ· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς, διδάσκων ἡμᾶς, ὅτι λοιπὸν διὰ τῆς ἀμφοτέρων συνουσίας ἡ σύστασις ἔσται καὶ ἀνδρὸς καὶ γυναικός. Διὰ τοῦτο καὶ ὁ Ἀδὰμ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.