Ancient Greek
ΟΜΙΛΙΑ ΚΑʹ Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-21
Not analysed yet
Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ἴδωμεν τοὺς ἑξῆς τεχθέντας. Εἰκὸς γὰρ κατὰ μικρὸν προϊόντας μείζονα θησαυρὸν εὑρεῖν, καὶ πολὺν καὶ ἄφατον πλοῦτον. Καὶ ἔζησε, φησὶν, Ἑνὼς, οὗτος ὁ τοῦ Σὴθ υἱὸς, ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰαρὲδ, καὶ Ἰαρὲδ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε δὲ, φησὶ, τῷ Θεῷ Ἐνὼχ, καὶ ἔζησεν Ἐνὼχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἐγένοντο αἱ ἡμέραι Ἐνὼχ ἔτη τριακόσια ἑξήκοντα πέντε. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Οὐ καλῶς ἔλεγον, ὅτι προϊόντες πολὺν καὶ ἄφατον εὑρήσομεν πλοῦτον πνευματικὸν ἐν τούτοις ὀνόμασιν; Ἐννόει γάρ μοι ἐνταῦθα, ἀγαπητὲ, καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἔζησε, φησὶν, Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα, καὶ εὐηρέστησε, φησὶν, Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα. Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παιδευέσθωσαν τοῦ δικαίου τὴν ἀρετὴν, καὶ μὴ νομιζέτωσαν τὸν γάμον κώλυμα εἶναι πρὸς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Διὰ γὰρ τοῦτο καὶ ἅπαξ καὶ δεύτερον ἐπεσημήνατο λέγουσα ἡ θεία Γραφὴ, ὅτι ἐγέννησε τὸν Μαθουσάλα, καὶ τότε εὐηρέστησε, καὶ πάλιν τὸ αὐτὸ ἐδιπλασίασε λέγουσα, Καὶ εὐηρέστησε μετὰ τὸ γεννῆσαι αὐτὸν, ἵνα μή τις νομίσῃ ἐμποδίζεσθαι πρὸς τὴν ταύτης κατόρθωσιν. Ἐὰν γὰρ νήφωμεν, οὔτε γάμος, οὔτε ἀνατροφὴ, οὔτε ἕτερόν τι ἐμποδίσαι ἡμῖν δυνήσεται εἰς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Ἰδοὺ γὰρ καὶ οὗτος τῆς αὐτῆς ἡμῖν φύσεως τυγχάνων, καὶ οὔτε νόμου δοθέντος, οὔτε Γραφῶν κειμένων τῶν διδασκουσῶν, οὔτε ἑτέρου τινὸς εἰς φιλοσοφίαν ἐνάγοντος, οἴκοθεν καὶ ἀπὸ προαιρέσεως τοσαύτην ἐπεδείξατο τὴν εὐαρέστησιν, ὡς μέχρι τῆς σήμερον διαρκέσαι, καὶ μηδέπω καὶ νῦν πεῖραν θανάτου λαβεῖν. Εἰ γὰρ ὁ γάμος, ἀγαπητὲ, καὶ ἡ παιδοτροφία κώλυμα ἤμελλε γίνεσθαι πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, οὐκ εἰσήνεγκε γάμον εἰς τὸν βίον τὸν ἡμέτερον ὁ τῶν ὅλων δημιουργὸς, ἵνα μὴ ἐν τοῖς καιρίοις καὶ σφόδρα ἀναγκαιοτέροις ἡμᾶς λυμήνηται. Ἀλλ' ἐπειδὴ οὐ μόνον οὐδὲν ἡμῖν ἐμποδίζει πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν, ἐὰν βουλώμεθα νήφειν, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἰσάγει τὴν παραμυθίαν μαινομένην τὴν φύσιν καταστέλλουσα, καὶ οὐκ ἀφιεῖσα πελάγιον σαλεύειν, ἀλλὰ διηνεκῶς ἐν λιμένι τὸ σκάφος ὁρμᾷν παρασκευάζουσα, διὰ τοῦτο τὴν ἐντεῦθεν παραμυθίαν ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει. Ὅτι γὰρ ἀληθῆ τὰ παρ' ἡμῶν λεγόμενα, δείκνυσιν ὁ δίκαιος οὗτος. Μετὰ γὰρ τὸ γεννῆσαι, φησὶ, τὸν Μαθουσάλα, εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐ βραχύν τινα ἀριθμὸν διήρκεσε τὴν ἀρετὴν μετιὼν, ἀλλὰ, φησὶ, διακόσια ἔτη. Καὶ ἐπειδὴ μετὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν εὑρέθη ἄνθρωπος πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἀνιὼν, καὶ τὴν τοῦ προπάτορος ἁμαρτίαν ἀνακαλούμενος διὰ τῆς οἰκείας εὐαρεστήσεως, ὅρα τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Ἐπειδὴ εὗρε δυνηθέντα ἀνακαλέσασθαι τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, δεικνὺς δι' αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ βουλόμενος τὸν θάνατον ἐπαγαγεῖν τῷ γένει τῷ ἡμετέρῳ διὰ τὴν τῆς ἐντολῆς παράβασιν τοῦτον κατεδίκασε, τὸν τὴν ἐντολὴν δεξάμενον, τοῦτον ζῶντα μεθίστησι. Καὶ εὐηρέστησε, φησὶν, Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ὁρᾷς σοφίαν Δεσπότου; Μετέθηκε ζῶντα, οὐχὶ ἀθανασίαν ἐχαρίσατο, ἵνα μὴ ἐκλύσῃ τοῦ πλημμελήματος τὸν φόβον, ἀλλ' ἀφῆκεν ἀκμάζειν τῷ τῶν ἀνθρώπων γένει. Διὰ τοῦτο πάλιν ἀμυδρῶς, ὡς εἰπεῖν, καὶ λανθανόντως ἀνακαλέσασθαι βούλεται τὴν ἀπόφασιν, ἣν κατὰ τοῦ Ἀδὰμ ἐξήνεγκε. Ἀλλ' οὐ ποιεῖ αὐτὸ φανερὸν, ἵνα ὁ φόβος ἀντὶ σωφρονισμοῦ γένηται Διὰ τοῦτο εὐαρεστήσαντα τὸν Ἐνὼχ μετέθηκεν. Εἰ δέ τις βούλοιτο περιεργάζεσθαι, καὶ λέγειν, καὶ ποῦ αὐτὸν μετέθηκε; καὶ εἰ μέχρι τοῦ παρόντος διήρκεσε; μανθανέτω μὴ λογισμοῖς ἀνθρωπίνοις κατακολουθεῖν, καὶ τὰ παρὰ τοῦ Θεοῦ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν τοῖς λεγομένοις. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, οὐ δεῖ ἀντιβλέπειν τοῖς ῥηθεῖσιν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα ἀξιοπιστότερα ἡγεῖσθαι, κἂν μὴ φαίνηται τῶν ὑπὸ τοῖς ὀφθαλμοῖς κειμένων τοῖς ἡμετέροις. Ὅτι γὰρ μετέθηκεν αὐτὸν εἶπεν ἡ θεία Γραφὴ, καὶ ὅτι ζῶντα μετέθηκε, καὶ πεῖραν μὴ λαβόντα θανάτου, ἀλλὰ διὰ τῆς οἰκείας εὐαρεστήσεως ἀνώτερον γεγονότα τῆς ἐξενεχθείσης ἀποφάσεως κατὰ τοῦ τῶν ἀνθρώπων γένους. Ποῦ δὲ αὐτὸν μετέθηκεν, καὶ ὅπως νῦν διάγει τοῦτο οὐ προσέθηκεν.