Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΚΑʹ Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-13
Not analysed yet
Εἶδες ἀγαθότητα Δεσπότου, πῶς εὑρὼν ἄνδρα τὴν ἀρετὴν κατωρθωκότα, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας, ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς, διδάσκων ἡμᾶς, ὅτι κἀκεῖνος, εἰ μὴ τὴν ἀπάτην προετίμησε τῆς δοθείσης ἐντολῆς, τῶν αὐτῶν ἂν ἠξίωτο ἢ καὶ μειζόνων; Καὶ ἔζησε, φησὶ, Μαθουσάλα ἔτη ἑκατὸν ὀγδοήκοντα ἑπτὰ, καὶ ἐγέννησε τὸν Λάμεχ· καὶ ἔζησε Λάμεχ ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος δὴ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Ὅρα πάλιν διὰ τῆς προσηγορίας τοῦ νῦν τεχθέντος ὑπὸ τοῦ Λάμεχ μυστηρίων τὸ μέγεθος, καὶ προῤῥήσεως ὑπερβολὴν, καὶ φιλανθρωπίαν ἄφατον τοῦ ἀγαθοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τῇ οἰκείᾳ προγνώσει τὰ μέλλοντα προεώρα, ἰδὼν τὴν κακίαν τῶν ἀνθρώπων αὐξανομένην, προλέγει διὰ τῆς τοῦ παιδὸς προσηγορίας τὰ μέλλοντα καταλήψεσθαι κακὰ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν τῷ φόβῳ σωφρονισθέντες ἀπόσχωνται τῆς κακίας, ἕλωνται δὲ τὴν ἀρετήν. Καὶ ὅρα μακροθυμίαν Δεσπότου, πρὸ πόσου χρόνου τὴν πρόῤῥησιν γενέσθαι ποιεῖ, ἵνα καὶ τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ πάσης ἀπολογίας ἀποστερήσῃ τοὺς τὴν τιμωρίαν μέλλοντας δέχεσθαι. Ἀλλ' ἴσως ἄν τις εἴποι καὶ πόθεν τῷ Λάμεχ τὸ τοσοῦτον μέγεθος τῆς προῤῥήσεως; μὴ γὰρ μέμνηται ἡ Γραφὴ, ὅτι ἐνάρετός τις ἦν καὶ θαυμαστός; Μὴ ξενισθῇς, ἀγαπητέ· σοφὸς γὰρ ὢν καὶ εὐμήχανος ὁ Δεσπότης, καὶ δι' ἀναξίων πολλάκις συγχωρεῖ προλέγεσθαι θαυμαστὰ καὶ μεγάλα πράγματα, καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ Καϊάφα τοῦ τῶν Ἰουδαίων ἀρχιερέως λέγοντος· Τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν. ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον, ἀλλ' ἵνα καὶ τὰ ἔθνη τὰ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν. Εὑρήσεις τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τοῦ Βαλαὰμ γινόμενον. Κληθεὶς γὰρ ὥστε καταράσασθαι τὸν λαὸν, οὐ μόνον οὐ κατηράσατο, ἀλλὰ καὶ προεφήτευσε μεγάλα καὶ θαυμαστὰ πράγματα, οὐ περὶ τοῦ λαοῦ μόνον, ἀλλὰ καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Μὴ τοίνυν ξενίζου, εἰ καὶ νῦν ὁ Λάμεχ προσηγορίαν ἐπιθεὶς τῷ παιδὶ τοιαύτην ἐπιτίθησιν, ἀλλὰ τῷ Θεῷ λόγισαι τὸ πᾶν τῷ διὰ τῆς εὐμηχάνου αὐτοῦ σοφίας πάντα οἰκονομοῦντι. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε· ἑρμηνεύεται γὰρ αὐτοῦ τὸ ὄνομα ἀνάπαυσις. Τὴν οὖν πανωλεθρίαν ἐκείνην, τὴν μετὰ τοσούτων ἐτῶν ἀριθμὸν συμβήσεσθαι μέλλουσαν, ἀνάπαυσιν καλεῖ· καθάπερ καὶ Ἰώβ φησι· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Ἐπειδὴ γὰρ πολὺν καὶ σφόδρα μέγαν ἔχει τὸν κάματον ἡ κακία, τὴν ταύτης ἀποχὴν καὶ τὴν ἀναίρεσιν, ἣν διὰ τοῦ κλυδωνίου ἐκείνου ἔμελλον ὑφίστασθαι, ἀνάπαυσιν καλεῖ. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα αὐτοῦ Νῶε. Εἶτα ἑρμηνεύων ἡμῖν τοῦ ὀνόματος τὴν προσηγορίαν φησίν· Οὗτος δὲ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν· ἀπὸ τῆς κακίας, φησὶν, ἀποστήσει· Καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν· καὶ πάλιν τὸ αὐτὸ ἀπὸ τῶν πράξεων, φησὶ, τῶν πονηρῶν. Οὐδὲ γὰρ ἐπειδὴ αἱ χεῖρες ἐλυποῦντο, οὕτω τοῦτό φησιν, ἀλλ' ἐπειδὴ διὰ τῆς τούτων ἐργασίας καὶ τῆς πονηρᾶς πράξεως τὰ τῆς λύπης αὐτοῖς ηὔξετο. Καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐλευθερώσει ἡμᾶς πάντων, φησὶ, τῶν ἐπικειμένων κακῶν, καὶ τοῦ περὶ τὴν γῆν πονεῖσθαι καὶ ταλαιπωρεῖσθαι τὴν κατάραν δεξαμένην διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν. Ἐννόει γάρ μοι λοιπὸν, ἀγαπητὲ, πῶς τὸ παιδίον τοῦτο κατὰ μικρὸν αὐξανόμενον διδασκαλίας ὑπόθεσις ἅπασι τοῖς ὁρῶσιν ἐγίνετο Μόνον γάρ τις ἐπυνθάνετο τοῦ παιδίου τὴν προσηγορίαν, καὶ εὐθέως ἡ ἑρμηνεία τῆς προσηγορίας ἐδίδασκε τῶν μελλόντων συμβήσεσθαι τὸν ὄλεθρον. Εἰ μὲν γάρ τις ἁπλῶς εἶπεν ἐνηχηθεὶς, ὅτι τόδε ἔσται, κἂν λήθῃ παραδοθῇ τὸ ῥηθὲν, καὶ οὐκ ἂν πάντες ἐγίνωσκον τῆς τιμωρίας τὸ ἀφόρητον· νυνὶ δὲ οὗτος ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς στρεφόμενος, εὐκαίρως, ἀκαίρως ὑπόμνησις ἐγίνετο τῆς τοῦ Θεοῦ ἀγανακτήσεως. Καὶ ἵνα μάθωμεν ἀκριβῶς ἐπὶ πόσον χρόνον διήρκεσεν ὁ υἱὸς διὰ τῆς προσηγορίας τῆς ἑαυτοῦ πᾶσι παραινῶν ἀποστῆναι μὲν τῆς κακίας, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ διαφυγεῖν τὴν τοσαύτην ἀγανάκτησιν, φησί· Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Ὅρα πάλιν ἄλλον δίκαιον μετὰ γυναικὸς καὶ τέκνων, πολλὴν τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν κατωρθωκότα, καὶ ἀπεναντίας ἅπασι τὴν τῆς ἀρετῆς ὁδὸν ἑλόμενον, καὶ οὐδὲν οὔτε ὑπὸ τοῦ γάμου, οὔτε ὑπὸ τῆς παιδοτροφίας κωλυθέντα. Τέως δὲ ἀναγκαῖον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τῶν τότε ἀνθρώπων τὴν ἀγνωμοσύνην τὴν ὑπερβάλλουσαν. Ἰδοὺ γὰρ πεντακόσια ἔτη τέως διήρκεσεν ὁ δίκαιος οὗτος βοῶν, καὶ διαμαρτυρόμενος διὰ τῆς ἑαυτοῦ προσηγορίας τὸ μέλλον ἔσεσθαι κλυδώνιον κατὰ πᾶσαν τὴν οἰκουμένην διὰ τὴν τῆς κακίας ἐπίτασιν καὶ οὐδὲ οὕτως ἀποστῆναι τῆς κακίας ἠβουλήθησαν. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ μετὰ τὴν τοσαύτην πρόῤῥησιν, οὐδὲ μετὰ τὸν τοσούτων ἀριθμὸν ἐτῶν τὴν τιμωρίαν ἐπάγει, ἀλλὰ πάλιν αὔξων αὐτοῦ τὴν μακροθυμίαν, καὶ ἕτερον οὐκ ὀλίγων ἐτῶν ἀριθμὸν προστίθησι τῇ οἰκείᾳ ἀνεξικακίᾳ. Οὐ γὰρ διὰ τοῦτο παρήγαγε τὴν τῶν ἀνθρώπων φύσιν, ὥστε τιμωρήσασθαι, ἀλλὰ τοὐναντίον ἅπαν, ὥστε τῶν μυρίων ἀγαθῶν τὴν ἀπόλαυσιν δωρήσασθαι. Διὰ τοῦτο ὁρᾷς αὐτὸν πανταχοῦ μέλλοντα, καὶ ἀναβαλλόμενον ἐν ταῖς τιμωρίαις. Ἀλλ' ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, μέχρι τούτου στήσαντες τὸν λόγον εἰς τὴν ἐπιοῦσαν τὰ λειπόμενα ταμιευσόμεθα.