Ancient Greek
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-22
Not analysed yet
Εἶδες ἀγανακτήσεως μέγεθος; εἶδες ἀπειλῆς ὑπερβολήν; Σκόπει πῶς τῇ ἀπειλῇ καὶ τῇ ἀγανακτήσει τὴν φιλανθρωπίαν ἔμιξε. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἀπειλεῖ πολλάκις, οὐχ ἵνα εἰς ἔργον ἀγάγῃ τὴν ἀπειλὴν, ἀλλ' ἵνα διορθωσάμενος αὐτοὺς μηκέτι τὴν ἀπειλὴν εἰς ἔργον ἐξενέγκῃ. Εἰ γὰρ ἐβούλετο τιμωρήσασθαι, τίνος ἕνεκεν καὶ προέλεγεν; Ἀλλ' ἐπειδὴ μὴ βούλεται, διὰ τοῦτο ἀεὶ μέλλει καὶ ἀναβάλλεται, καὶ προλέγει, ἀφορμὴν παρέχων τοῖς ὑπευθύνοις φυγεῖν μὲν τὴν κακίαν, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ τῆς τιμωρίας τὴν πεῖραν διαφυγεῖν. Ἐπεὶ οὖν ἠπείλησε τῇ πανωλεθρίᾳ αὐτοὺς παραδώσειν (τοῦτο γάρ ἐστιν, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἀντὶ τοῦ, Οὐκ ἐάσω αὐτοὺς λοιπὸν ζῇν), οὐκ ἀρκεσθεὶς τῇ τῶν πεντακοσίων ἐτῶν μακροθυμίᾳ ᾗ διὰ πάσης τῆς ζωῆς τοῦ Νῶε διὰ τῆς προσηγορίας ἐπαιδεύοντο, νῦν πάλιν ἐπιτείνων τὴν ἀγανάκτησιν, ἑτέραν αὐτοῖς προθεσμίαν ὁρίζει καί φησιν· Ἠπειλησάμην, καὶ εἶπον, καὶ δήλην ἐποίησα τὴν ἐμὴν ἀγανάκτησιν, ἣν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων τῶν εἰργασμένων ἐπαχθῆναι ὑμῖν ἐστιν ἀκόλουθον· ἀλλ' ἐπειδὴ καὶ τοὺς τὰ ἀνίατα ἡμαρτηκότας σωθῆναι βούλομαι, καὶ μηδένα ἀπόλλυσθαι, διὰ τοῦτο καὶ ἑκατὸν εἴκοσι ἐτῶν χρόνον πάλιν ἐνδίδωμι, ἵνα, εἰ βούλεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι διὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, καὶ τὴν ἀρετὴν ἑλόμενοι, τῆς τιμωρίας τὴν πεῖραν ἐκφύγητε. Ἔσονται γὰρ, φησὶν, αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι. Οἱ δὲ γίγαντες, φησὶν, ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ' ἐκεῖνα, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Γίγαντας ἐνταῦθα τοὺς ἰσχυροὺς τὸ σῶμα οἶμαι λέγειν τὴν θείαν Γραφήν. Ἐξ ἐκείνων, φησὶν, ἡ γενεὰ αὐτῶν ηὐξήθη. Καὶ γὰρ καὶ ἀλλαχοῦ ἔστιν ἰδεῖν τοῦτο εἰρημένον· Γίγαντες, φησὶν, ἔρχονται τὸν θυμόν μου παῦσαι. Τοῦτον δὲ τὸν τῶν ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν τινὲς νομίζουσι τὸν ὅρον τῆς ζωῆς εἶναι· οὐ τοῦτο δὲ σημαίνει, ἀλλὰ τέως τὴν μακροθυμίαν ἐνδείξασθαι βούλεται, ἣν καὶ μετὰ τοσαῦτα ἁμαρτήματα ἐπ' αὐτοὺς ἐπιδείκνυται. Ἵν' οὖν μάθωμεν καὶ μετὰ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, καὶ τὴν τοσαύτην τοῦ χρόνου μακροθυμίαν, ἣν εἰς μετάνοιαν αὐτοῖς δέδωκεν, ὡς οὐ μόνον οὐδὲν ἐκέρδανον, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐπέμειναν, διὰ τοῦτό φησιν, Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Εἶδες ἀγνωμοσύνης ὑπερβολήν; εἶδες ψυχὴν ἀνάλγητον; Οὔτε ὁ τῆς τιμωρίας φόβος, οὔτε ὁ τῆς μακροθυμίας χρόνος ἀπέστησεν αὐτοὺς τῶν πονηρῶν πράξεων· ἀλλ' ἅπαξ κατὰ κρημνῶν κατενεχθέντες, καὶ τὸ τῆς διανοίας ὄμμα πηρωθέντες, οὐκ ἔτι λοιπὸν, καθάπερ ὑπὸ μέθης τινὸς τῆς πονηρᾶς ἐπιθυμίας καταβαπτισθέντες, ἀνενεγκεῖν ἠβουλήθησαν, καθάπερ καὶ σοφός τίς φησιν· Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἁλῶναι ταῖς τοῦ διαβόλου παγίσιν. Ἡ γὰρ ψυχὴ λοιπὸν καθάπερ ἐν δικτύοις ἀπειλημμένη, καὶ ὥσπερ ὗς ἐγκυλιομένη βορβόρῳ ἥδεται, οὕτω καὶ αὐτὴ ὑπὸ τῆς κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, ὥστε μηδεμίαν τῷ πονηρῷ δαίμονι παρὰ τὴν ἀρχὴν εἴσοδον παρασχεῖν, ἵνα μὴ σκοτώσας ἡμῶν τὸν λογισμὸν, καὶ τὸ διορατικὸν τῆς διανοίας ἀποτυφλώσας, παρασκευάσῃ, καθάπερ ἀπεστερημένους τοῦ ἡλιακοῦ τούτου φωτὸς, πρὸς τὰς ἀκτῖνας τοῦ τῆς δικαιοσύνης ἡλίου ὁρᾷν μὴ δυναμένους, κατὰ κρημνῶν φέρεσθαι, ὅπερ καὶ οὗτοι τότε πεπόνθασιν. Ἄκουε γὰρ πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν ἀνεξικακίαν. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Τί βούλεται τὸ εἰρημένον, Ἰδὼν δέ; Οὐκ ἐπειδὴ ἠγνόει ὁ Δεσπότης· μὴ γένοιτο· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν ἅπαντα διηγεῖται ἡ θεία Γραφή· ἵνα ἡμᾶς διδάξῃ, ὅτι καὶ μετὰ τὴν τοσαύτην αὐτοῦ μακροθυμίαν τοῖς αὐτοῖς ἐπέμενον, ἢ καὶ χείροσι περιέβαλον ἑαυτοὺς κακοῖς, φησίν· Ἰδὼν δὲ ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Ἐκ γὰρ τῆς πονηρᾶς ταύτης πράξεως, καθάπερ ἀπὸ πηγῆς τινος, καὶ ἕτερα πολλὰ αὐτοῖς ἐτίκτετο ἁμαρτήματα· διὰ τοῦτό φησιν, Αἱ κακίαι τῶν ἀνθρώπων. Ὅπου γὰρ πορνεία, καὶ ἀσέλγεια, καὶ τοσαύτη ἀκολασία, εἰκὸς καὶ μέθην, καὶ παροινίαν, καὶ πολλὴν ἀδικίαν, καὶ πλεονεξίαν καὶ τὰ μυρία τίκτεσθαι κακά. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας.