Ancient Greek
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-20
Not analysed yet
Ἀλλ' ἵνα μὴ ἐπὶ πολὺ ταῦτα κινοῦντες καὶ αὐτοὶ δόξωμεν εἰκῆ τὸν χρόνον κατατρίβειν, φέρε ἐπειδὴ διὰ τῶν πραγμάτων ἐπληροφορήσαμεν ὑμῶν τὴν ἀγάπην, ὡς τῶν ἀδυνάτων τοῦτο καθέστηκε, τὴν ἀλήθειαν τῶν ἐγκειμένων διδάξωμεν ὑμᾶς, πάλιν ἀναγνόντες τὰ παρὰ τῆς θείας Γραφῆς εἰρημένα· Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Προλαβόντες ἐδιδάξαμεν ὑμᾶς, ὅτι ἔθος τῇ Γραφῇ, καὶ τοὺς ἀνθρώπους υἱοὺς Θεοῦ καλεῖν. Ἐπεὶ οὖν ἀπὸ τοῦ Σὴθ οὗτοι κατῆγον τὸ γένος, καὶ ἀπὸ τοῦ ὑπ' αὐτοῦ τεχθέντος καὶ προσαγορευθέντος Ἐνὼς (Οὗτος γὰρ, φησὶν, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ), ἐξ ἐκείνου λοιπὸν οἱ ἑξῆς τικτόμενοι υἱοὶ Θεοῦ προσηγορεύθησαν παρὰ τῆς θείας Γραφῆς, διὰ τὸ μιμεῖσθαι μέχρις ἐκείνου τῶν προγόνων τὴν ἀρετήν· υἱοὺς δὲ ἀνθρώπων ἐκάλεσε τοὺς πρὸ τοῦ Σὴθ γεγονότας, τοὺς ἀπὸ τοῦ Κάϊν, καὶ τοὺς ἐξ ἐκείνου τὸ γένος κατάγοντας. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ (οἱ ἀπὸ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς) τὰς θυγατέρας τῶν ἀνθρώπων (ἐκείνας τὰς ὑπ' ἐκείνων τεχθείσας, περὶ ὧν εἶπεν, ὅτι Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς), ὅτι καλαί εἰσιν. Ὅρα πῶς διὰ τῆς λέξεως ταύτης πᾶσαν ἡμῖν αὐτῶν τὴν ἀσέλγειαν ἐνέφηνεν. Οὐδὲ γὰρ δι' ἐπιθυμίαν παιδοποιίας ἐπὶ τὴν πρᾶξιν ταύτην ὥρμησαν, ἀλλὰ δι' ἀκρασίαν ἡδονῆς· Ἰδόντες γὰρ, φησὶ, τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν. Ἡ ἐπιθυμία τῆς εὐμορφίας εἰς τὸν ὄλεθρον αὐτοὺς τοῦτον ἤνεγκε, καὶ τὸ κάλλος τῆς ὄψεως καὶ τῆς πορνείας καὶ τῆς ἀσελγείας αὐτοῖς γεγένηται αἴτιον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ προσέθηκεν· Ἔλαβον δὲ ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Καὶ τοῦτο πάλιν ἐμφαίνοντός ἐστι τὴν πολλὴν αὐτῶν ἀσέλγειαν, ὅτι τῷ κάλλει ἡττήθησαν, καὶ χαλινὸν ἐπιθεῖναι τῇ ἀτάκτῳ ἐπιθυμίᾳ οὐκ ἠβουλήθησαν· ἀλλὰ ὑποβρύχιοι γεγόνασιν ὑπὸ τῆς θέας χειρωθέντες, καὶ διὰ τὴν παράνομον ταύτην πρᾶξιν ἐρήμους ἑαυτοὺς καταστήσαντες τῆς ἄνωθεν προνοίας. Καὶ ἵνα μάθωμεν ὅτι οὐ νόμῳ γάμου, οὐδὲ παιδοποιίας ἕνεκεν τοῦτο διεπράξαντο, διὰ τοῦτό φησιν· Ἰδόντες ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Τί οὖν; τῶν ὀφθαλμῶν τὴν θέαν ἄν τις αἰτιάσαιτο; Οὐδαμῶς· οὐδὲ γὰρ ὁ ὀφθαλμὸς τοῦ ὀλίσθου αἴτιος γέγονεν, ἀλλ' ἡ τῆς προαιρέσεως ῥᾳθυμία, καὶ τὸ τῆς ἐπιθυμίας ἀχαλίνωτον. Ὁ γὰρ ὀφθαλμὸς διὰ τοῦτο ἐδημιουργήθη, ὥστε διὰ τούτου κατοπτεύοντας τὰ τοῦ Θεοῦ δημιουργήματα, δοξάζειν τὸν τούτων ποιητήν. Τοῦ ὀφθαλμοῦ τοίνυν ἐστὶν ἔργον τὸ ὁρᾷν· τὸ δὲ κακῶς ὁρᾷν ἀπὸ τοῦ ἔνδοθεν ἡνιοχοῦντος λογισμοῦ γίνεται. Τὰ γὰρ μέλη πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἡμῖν εἶναι χρήσιμα ἐδημιούργησεν ὁ Δεσπότης, καὶ ἡνιοχεῖσθαι συνεχώρησεν ὑπὸ τῆς ἀσωμάτου οὐσίας, τῆς ψυχῆς λέγω. Ἐπειδὰν οὖν ἐκείνη εἰς ῥᾳθυμίαν ἀποκλίνῃ, καὶ τὰς ἡνίας χαλάσῃ, καθάπερ ἡνίοχος οὐκ εἰδὼς τὰ ἄτακτα τῶν ἵππων σκιρτήματα καταστέλλειν, ταῖς ἡνίαις ἐνδοὺς, καὶ τοὺς ἵππους τοὺς τὸ ἅρμα ἕλκοντας καὶ ἑαυτὸν κατακρημνίζει· οὕτω δὴ καὶ ἡ προαίρεσις ἡ ἡμετέρα, ἐπειδὰν μὴ εἰδῇ τοῖς μέλεσι δεόντως κεχρῆσθαι, ταῖς ἀτάκτοις ἐπιθυμίαις ἐνδοῦσα ὑποβρύχιον ἑαυτὴν ἐργάζεται. Διὰ τοῦτο ὁ Δεσπότης ἡμῶν Χριστὸς εἰδὼς τῆς φύσεως ἡμῶν τὸ εὐεπηρέαστον καὶ τῆς προαιρέσεως τὴν ῥᾳθυμίαν, νόμον ἔθηκεν ἀποτειχίζοντα καὶ κωλύοντα τὴν περίεργον θεωρίαν, ἵνα ἐκ πολλοῦ τοῦ διαστήματος τὴν ἐν ἡμῖν τικτομένην πυρὰν σβέσῃ, καί φησιν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Διὰ τοῦτο, φησὶν, ἀπαγορεύω τὴν ἀκόλαστον ὄψιν, ἵνα ἐλευθερώσω τῆς ἀτόπου πράξεως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ἡ συμπλοκὴ μόνον τὴν ἁμαρτίαν ἐργάζεται· ἡ γνώμη ἐστὶν ἡ τὴν κατάκρισιν δεχομένη. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τὸ κάλλος εἴδοσαν, ἑάλωσαν τῇ θέᾳ· Εἶδον γὰρ, φησὶν, ὅτι καλαί εἰσι, καὶ ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Ἀλλ' ἴδωμεν καὶ μετὰ τὴν ἄτοπον ταύτην πρᾶξιν, καὶ τὴν ἀκόλαστον γνώμην, τοῦ Θεοῦ τὴν ἀγαθότητα. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι. Ἄβυσσον φιλανθρωπίας ἔστιν ἰδεῖν ἐν τοῖς βραχέσι τούτοις ῥήμασι. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ Πνεῦμα ἐνταῦθα τὴν προνοητικὴν αὑτοῦ δύναμιν ἐκάλεσε, τὴν ἀπώλειαν αὐτῶν ἤδη προμηνύων. Καὶ ἵνα μάθῃς ὅτι περὶ τούτου ἦν ὁ λόγος, ὅρα τὸ ἐπαγόμενον· Διὰ τὸ εἶναι αὐτοὺς, φησὶ, σάρκας· τουτέστι, διὰ τὸ σαρκικαῖς πράξεσιν αὐτοὺς καταδεδαπανῆσθαι, καὶ μὴ εἰς δέον κεχρῆσθαι τῇ τῆς ψυχῆς οὐσίᾳ, ἀλλ' ὡς σάρκα μόνον περικειμένους καὶ ψυχῆς ἐρήμους ὄντας, οὕτω τὸν ἑαυτῶν βίον καταναλίσκειν. Ἔθος γὰρ ἀεὶ τῇ θείᾳ Γραφῇ σάρκα τοὺς σαρκικοὺς καλεῖν, ὥσπερ τοὺς ἐναρέτους ἀσάρκους ὀνομάζειν, καθάπερ ὁ Παῦλός φησιν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὐκ ἐπειδὴ σάρκα οὐ περιέκειντο, ἀλλ' ἐπειδὴ σάρκα περικείμενοι ἀνώτεροι τῶν σαρκικῶν ἦσαν φρονημάτων. Ὥσπερ οὖν καὶ τοῖσδε διὰ τὸ ὑπερορᾷν τῶν σαρκικῶν ἔλεγεν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὕτω καὶ ἐπὶ τούτων, ἐπειδὴ περὶ τὰς σαρκικὰς πράξεις διηνεκῶς ἦσαν ἠσχολημένοι, σάρκας αὐτοὺς ἐκάλεσε. Διὰ τὸ εἶναι αὐτοὺς σάρκας, οὐκ ἔτι συγχωρήσω ταῖς ἁμαρτίαις αὐτοὺς καταῤῥυπαίνεσθαι.