Ancient Greek
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-24
Not analysed yet
Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καί φησι· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δὲ, ἐπειδὰν πληρώσῃς τὴν κατασκευὴν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος, καί φησι· Καὶ τὴν αὐτὴν τιμωρίαν ἐπάξω καὶ τοῖς λογικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὑτῶν προεδρίαν προδεδώκασι, καὶ πρὸς τὴν τῶν ἀλόγων μετέπεσον κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. Ἐπάγω γὰρ κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ. Καὶ τὰ κτήνη, φησὶ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία, τὰ καὶ τετράποδα, καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθαρήσεται. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσεται, φησὶ, Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει. Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μή σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογισμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμωρίαις ἑαυτοὺς ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραννὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγαγεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἔσο, μηδὲ θορυβοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρτημένων δίκη καταλήψεται, ἀλλὰ Στήσω τὴν διαθήκην μου μετὰ σοῦ. Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολὰς, μετὰ σοῦ λοιπὸν στήσω τὴν διαθήκην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐεργεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολὰς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας. Ἀλλ' οὐδὲ ταῖς τούτου τιμωρίαις οἱ μετ' αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα διασώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετέθηκα, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κακίαν αὐτομολησάντων, σὲ μόνον εὗρον ἐν τοσούτῳ πλήθει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν παράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μου. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς παρ' ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, πάλιν φησίν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ' ὅμως τῆς ὑπερβαλλούσης ἐκείνων κακίας ἐκτὸς ἦσαν. Ἄλλως δὲ καὶ διὰ δύο ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μὲν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὑτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις τὴν ἑτέρων σωτηρίαν, ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀνδρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; μᾶλλον δὲ οὐχ ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύτην· δι' ἑτέραν δὲ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥίζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους καταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἦν τῷ Θεῷ καὶ ἄνωθεν πάλιν διαπλάσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι· ἀλλ' ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγαθότητα μιμούμενος.