Ancient Greek
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-16
Not analysed yet
Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῆς τιμωρίας, μετὰ τοῦ τῶν ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐνταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ' ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα μέλλοντος ἔσεσθαι πλήθους. Καὶ ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ. Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ἡ φροντὶς τῆς γυναικὸς, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ διατροφὴ προσετίθετο. Ἀλλ' ἀνάμεινον μικρὸν, καὶ ὄψει τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπικειμένην φροντίδα τῷ δικαίῳ. Σὺ δὲ λήψῃ σεαυτῷ, φησὶν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. Μὴ νομίσῃς, φησὶν, ἀπρονόητόν σε καταλιμπάνεσθαι. Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμετέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτὸν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. Ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι' αὐτῶν τῶν ἔργων, ὅτι δικαίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στεφάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὕτη, ἧς ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τίς ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάντων δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν. Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοιβὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυρία. Τί γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δημιουργὸς, ὁ καὶ εἰς τὸ εἶναι παραγαγὼν, τοιαῦτα ψηφίζηται περὶ τοῦ δικαίου; Ὅτι σε, φησὶν, εἶδον δίκαιον ἐναντίον ἐμοῦ. Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖνος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ' ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπιζητεῖ), φησὶν, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ, εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύνην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προλαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυγίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησιν, Ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ. Εἶτα τὴν αἰτίαν διδάσκων ἐπήγαγε, Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἦν καθαρὰ, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἦν ἡ διαίρεσις αὕτη γεγενημένη, ἣν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκαλίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐδὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων. Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέντων, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Ἀλλὰ λοιπὸν ἡ φύσις ἀφ' ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύτην ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἔν τισι μὲν τόποις τινῶν ἀπέχονται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἦν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἰπέ μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἢ σπέρματα, ἕτερα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπιτήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβάνοντα; Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν εἰπεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκαθάρτων ἀρκούντως εἰρήκαμεν.