Ancient Greek
ΟΜΙΛΙΑ Λϛʹ Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-36
Not analysed yet
Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακολουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. Ἐγενήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός. Διὰ τί ἐν νυκτί; Ἵνα μεθ' ἡσυχίας δέξηται τὰ λεγόμενα. Καί φησι πρὸς αὐτὸν, Μὴ φοβοῦ, Ἄβραμ. Σκόπει κηδεμονίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχὴν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καί φησι· Μὴ φοβοῦ, Ἄβραμ. Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ καλουμένου· εἶτά φησιν, Ἐγὼ ὑπερασπιῶ σου. Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγὼν, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρματί σου δώσειν τὴν γῆν ταύτην, ἐγώ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ' ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνύς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ' ἔστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φροντίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὑπὲρ τῶν καμάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παραβαλὼν, ἀλλ' ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ' αὐτοῦ σοι δεδομένων. Ἐγώ σοι παρέξω τὸν μισθὸν, οὐ τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφόδρα πολύν· Ὁ μισθός σου γὰρ, φησὶ, πολὺς ἔσται σφόδρα. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ῥημάτων ὄγκον; εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλητήν; εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τί φησιν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων. Εἶπε δὲ Ἄβραμ· Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, καὶ πολὺν μισθὸν καὶ σφόδρα πολὺν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τί τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι. Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυσιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μεταστῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τίς ἐστι τοῖς ἐναρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν. Ἐγὼ δὲ, φησὶν, ἀπολύομαι ἄτεκνος. Καὶ ἵνα τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπάσηται, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τί φησιν; Ὁ δὲ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου, ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, οὗτος κληρονομήσει. Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γάρ φησι πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενὴς, ἀλλ' ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, οὗτος δὲ ὁ οἰκογενής μου κληρονομήσει τὰ παρὰ σοῦ μοι δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρύ τι ἐφθέγξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥημάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔνδοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ, καὶ δείκνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος· δι' ὃ καὶ ταχεῖαν τὴν ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως, φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δίκαιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥημάτων. Καὶ εὐθὺς, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Τοῦτο, φησὶ, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο σου τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι Οὐ κληρονομήσει σε οὗτος· ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Μὴ πρὸς τὴν φύσιν τοίνυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν, μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθὼς, τῆς μὲν ἀθυμίας ἐκτὸς γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν, καὶ πεῖσον σαυτὸν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτεσθαι. Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἦν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίας τὸ μέγεθος, ἵνα πρὸς τὴν τοῦ ἐπαγγειλαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, φησὶ, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησὶν, Ἐξήγαγεν αὐτὸν ἔξω, καὶ εἶπεν· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ' ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος καὶ τὰ ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται.