Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Λϛʹ Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-27
Not analysed yet
Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, Ἀπολύομαι ἄτεκνος, καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανάτου τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιίαν, οὕτω τὰ ῥήματα ἐκεῖνα προήκατο λέγων, ὅτι Ὁ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικειμένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενήσεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλπίδας. Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε πρὸς ἑαυτὸν ἰδὼν, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβὰς, καὶ εἰδὼς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς εἰρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομένης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομένου δυνάμει. Πίστις γάρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· καὶ πάλιν· Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι' ὃ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ' αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ παρὰ τοῦ Θεοῦ αὐτῷ εἰρημένα. Παιδευώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακολουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν παρ' αὐτοῦ ἐπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, δι' ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δὲ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέσχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δικαιοσύνην κομισώμεθα, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν διάνοιαν ὑπερβαίνει· τοσοῦτο τῶν ὑποσχέσεών ἐστι τὸ μέγεθος. Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν τῶν σωμάτων φθορὰν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν διαλυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγείλατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. Δεῖ γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασιλείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγὴν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἶδες πόση τῶν ὑποσχέσεων ἡ ὑπερβολή; εἶδες δωρεῶν μέγεθος;