Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-4
Not analysed yet
Τί δέ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας βασιλεύς τις Πτολεμαῖος περὶ τὴν τῶν βιβλίων συναγωγὴν πολλήν τινα σπουδὴν ποιησάμενος, καὶ πολλὰ ἕτερα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψάμενος οὖν τινας τῶν ἐν Ἱεροσολύμοις Ἰουδαίων, μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε· καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον τοὺς τὴν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ' ἀνὴρ τοῖς εἰδώλοις προστετηκὼς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος. Τοιαῦτα γάρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἑβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομολογοῦσι. Καὶ οὐκ ἄν τις εἴποι, τῇ γλώττῃ, φησὶ, τῇ παρ' αὐτοῖς, ὁ οὐρανὸς, ἀλλ' οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, Οἱ οὐρανοὶ τῶν οὐρανῶν, οὐκ ἐπειδὴ πολλοί εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ' ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δημιουργίαν. Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δόγματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγίνεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν, εἰ δοκεῖ. Καὶ ἐκάλεσεν ὁ Θεὸς, φησὶ, τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φωτὸς εἶπεν, Εἶδεν ὅτι καλὸν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, Καὶ εἶδεν, φησὶν, ὁ Θεὸς ὅτι καλόν· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλλος αὐτοῦ τὸ ἀμήχανον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τί γὰρ ὡραιότερον γένοιτ' ἂν τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον ὁρῶντες ἀπηρτισμένον, θαυμάζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν, τὰ ἄλλα ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουργηθὲν πῶς ἄν τις κατ' ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται; Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὄψει αὐτὸν ἐφ' ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελλόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾷν κατὰ τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ λεγόντων, διὰ τί τὸ καὶ τὸ γέγονε; Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ὅταν δὲ ἀκούσῃς, ὅτι εἶδεν ὁ Θεὸς, καὶ ἐπῄνεσε, θεοπρεπῶς νόει τὸ ῥηθὲν, καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγὼν, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ' ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσαύτῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφήτου τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως.