Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-2
Not analysed yet
Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφός τις ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστὶ, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα ψυχὴν ἔχων, εἰ βουληθείη καθ' ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τί λέγω καθ' ἕκαστον τῶν γινομένων; τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, ὄψεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ ὁρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρατιὰς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρόνων, τῶν κυριοτήτων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, ποία διάνοια, ποῖος λόγος ἀρκεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγητον; Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν ὁρωμένων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν καταξιωθεὶς, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήττεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν; Καὶ τί λέγω τὸν προφήτην; Ὁ γὰρ μακάριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ σῶμα περικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμενος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἕν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξεβλήθησαν, οἱ δὲ ἀντεισήχθησαν), καὶ διαπορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων. Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ' ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶντας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαιρεῖν ἐπιχειροῦντας· πόθεν ὑμῖν, εἰπέ μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μανίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλικοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ' ἔστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ' ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησὶν, αἱ ὁδοὶ αὐτοῦ, πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολὰς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τό γε καθ' ὑμᾶς; Ὁρᾶτε, ἀγαπητοὶ, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβείας τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ' εὐγνωμοσύνης ἐδέχοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον, οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς ὀλεθρίοις αὐτῶν διδάγμασιν.