Ancient Greek
ΟΜΙΛΙΑ Μʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-40
Not analysed yet
Ἀναγκαῖον δὲ πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοὴν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τί τοῦτο; εἰς τί ἐκεῖνο; καὶ τί τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἢ τόδε; Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγαγεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσατο πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν ἐπετίθει τῷ Ἰσμαὴλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός. Ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησὶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· Ἰσμαὴλ δὲ ἦν ἐτῶν δεκατριῶν. Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ' ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοὴν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὢν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν, ἀγαπητὲ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆσαν ἀποτέμνουσιν, ἀλλ' οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη. Νεκρωθὲν γὰρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυνάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰκογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαντας ἐπαίδευσε κατ' ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖδας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπομένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν. Ἀλλὰ σκόπει μοι, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἢ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμους αὐτοὺς εἶναι, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμετέρα περιτομὴ, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰατρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρὸν, καθάπερ ἐκεῖ, ἀλλ' ἔξεστι καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομὴν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ' ἁμαρτημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ πλημμελημάτων τὴν συγχώρησιν εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολὴν, καὶ ὅτι ἀνίατα νοσοῦντες μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰκονομῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ' ἔστι τὰς πράξεις τὰς πονηρὰς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλὰ, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμεθα Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλάκις αὐτοὺς καὶ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ' ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομὴν, μετὰ ἀσφαλείας τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, ἀλλ' ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐσέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηροὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μὲν, διὰ τοῦ τὰ καθ' ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἵν' οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαιμεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα. Καθάπερ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν παρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ἂν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κολαζόμεθα μόνον, ἀλλ' ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελίζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.