Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΝΔʹ Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-50
Not analysed yet
Ὅρα τοίνυν τὸν δίκαιον τοῦτον ἐπὶ τοῦ ἐδάφους κείμενον, καὶ ὀπτασίαν ὁρῶντα, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ ὀπτασίας ἀξιούμενον. Ἐνυπνιάσθη γὰρ, φησὶ, καὶ ἰδοὺ κλῖμαξ ἦν ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς. Ὁ δὲ Κύριος ἐστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Θέα μοι ἐνταῦθα τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν κηδεμονίαν. Ἐπειδὴ γὰρ ἑώρα κατὰ τὴν συμβουλὴν τῆς μητρὸς διὰ τὸν τοῦ ἀδελφοῦ φόβον τὴν ἀποδημίαν καταδεξάμενον, καὶ καθάπερ ἀλήτην τινὰ οὕτω τὴν ὁδὸν ποιούμενον, καὶ οὐδαμόθεν οὐδεμίαν ἔχοντα παραμυθίαν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὴν ἄνωθεν συμμαχίαν ἐπιῤῥίψαντα, εὐθὺς ἐν προοιμίοις τῆς ὁδοῦ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν βουλόμενος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου. Καὶ τὸν πατριάρχην καὶ τὸν πατέρα τὸν σὸν εἰς τοσαύτην αὐξηθῆναι περιφάνειαν πεποίηκα· μὴ τοίνυν φοβοῦ, ἀλλὰ πίστευε ὅτι ἐγὼ, ὁ ἐκείνοις τὰς ὑποσχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας. Μὴ οὖν φοβοῦ, ἀλλὰ θάρσει, καὶ πᾶσαν δειλίαν ἀπωσάμενος πίστευε τοῖς παρ' ἐμοῦ σοι λεγομένοις. Καὶ γὰρ τὴν γῆν, ἐφ' ᾗ σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης. Μὴ νομίσῃς, φησὶν, ἐπειδὴ ἐπὶ τῆς ἀλλοτρίας νῦν πορεύῃ, ἀπεστερῆσθαι τῆς γῆς ταύτης, ἔνθα ἐτέχθης, ἔνθα ἐτράφης, ἔνθα ηὐξήθης. Καὶ γὰρ σοὶ αὐτὴν παρέξω, καὶ τῷ σπέρματί σου, ὅπερ ὡς τὴν ἄμμον τῆς θαλάσσης αὐξηθῆναι παρασκευάσω, Καὶ πλατυνθήσεται πρὸς θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἀνατολάς· ἀντὶ τοῦ, πανταχοῦ ἐκταθήσεται· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Ὅρα πῶς ἤδη πάντα αὐτῷ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον μηνύει. Οὕτω γὰρ ἔθος τῷ τῶν ὅλων Δεσπότῃ ἐφ' ἑκάστου τῶν δικαίων τοῦτο ποιεῖν· ὑπισχνεῖσθαι μὲν, μὴ παραχρῆμα δὲ τὰς ὑποσχέσεις εἰς ἔργον ἄγειν, ἀλλὰ γυμνάζειν τῶν δικαίων τὴν ὑπακοὴν καὶ τὴν πολλὴν ὑπομονὴν, καὶ οὕτω μετὰ πολλῆς τῆς δαψιλείας πληροῦν τὰ ἐπαγγελθέντα. Εἶτα ἐπειδὴ ὑπέσχετο αὐτῷ τὰ μέλλοντα μετὰ ταῦτα γενήσεσθαι, ἐδεῖτο δὲ ὁ δίκαιος οὐ τῆς τυχούσης παρακλήσεως καὶ ἐν τοῖς αὐτῷ μάλιστα προκειμένοις· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πῶς καὶ τὰ μέλλοντα ὑπισχνεῖται, καὶ δι' ὧν νῦν πρὸς αὐτὸν ἐπιδείκνυται, περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζει. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ταῦτα μόνα σοι ὑπισχνοῦμαι, ἀλλὰ καὶ νῦν Μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς. Μὴ τοίνυν νομίσῃς μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συνοδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ, πάντα σοι τὰ δυσχερῆ ἐξευμαρίζοντα, καὶ τὰ δύσκολα εὔκολα κατασκευάζοντα. Εἶτα ἐπιτείνων αὐτῷ τὴν παραμυθίαν, ἤδη προμηνύει αὐτῷ καὶ τὴν εἰς τὰ οἰκεῖα ἐπάνοδον. Καὶ ἀποστρέψω σε, φησὶν, εἰς τὴν γῆν ταύτην. Μὴ δείσῃς ὡς ἐπὶ τῆς ἀλλοτρίας λοιπὸν διάξων. Καὶ γὰρ ἐπανάξω σε εἰς ταύτην τὴν γῆν, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Οὐ περιόψομαί σε, φησὶν, ἀλλὰ ταῦτα πάντα, ἅπερ ὑπεσχόμην, εἰς ἔργον ἐλθεῖν παρασκευάσω. Πῶς ἄν τις κατ' ἀξίαν ἐκπλαγείη τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ὑπερβάλλουσαν συγκατάβασιν; Ὅρα πόσον ὄγκον ὑποσχέσεων ἐποιήσατο πρὸς τὸν δίκαιον, καὶ ὅπως αὐτοῦ τὸ φρόνημα διανέστησε. Καὶ ἐπειδὰν θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐννόει καὶ τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην, καὶ ὅτι μετὰ τοσαύτας ὑποσχέσεις εἴκοσιν ἐτῶν ἀριθμὸν ταλαιπωρηθεὶς παρὰ τῷ Λάβαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἐνάρκησε πρὸς τὸ μῆκος τοῦ χρόνου· ἀλλὰ πάντα γενναίως ἔφερεν, ἀναμένων τῶν ὑποσχέσεων τὸ τέλος, καὶ εἰδὼς ὡς οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα διαπεσεῖν, καὶ μάλιστα ἐπειδὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν σπουδάζωμεν, τὴν πίστιν, τὴν ὑπομονὴν, τὸ τοῖς μήπω γεγονόσιν, ἐπειδὰν ὁ Δεσπότης ὑπόσχηται, ὡς ἤδη εἰς ἔργον ἐξελθοῦσι θαῤῥεῖν. Τοῦτο γὰρ ἀληθῶς πίστις, τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν, κἂν ἐναντία ᾖ τὰ γινόμενα τῇ ὑποσχέσει, ἀλλὰ θαῤῥεῖν τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Τέως δὲ ἴδωμεν τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην. Καὶ ἐξηγέρθη, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι Ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καταπλαγεὶς, φησὶν, ὁ δίκαιος, τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐφοβήθη, καὶ εἶπεν· Οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος τοῦ Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Οὗτος ὁ τόπος λοιπὸν ἐμοὶ οἶκος τοῦ Θεοῦ νενόμισται. Τοσαύτης οὖν ἐπιφανείας ἀξιωθεὶς, καὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν πύλην τοῦ οὐρανοῦ θεασάμενος, δίκαιος ἂν εἴην τὴν ὀφειλομένην εὐχαριστίαν ἀνενεγκεῖν ἐνταῦθα τῷ Δεσπότῃ. Καὶ ἀνέστη Ἰακὼβ, καὶ ἔλαβε τὸν λίθον, ὃν εἶχε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Οἶκος Θεοῦ. Ἕτερον γὰρ ἦν ὄνομα τῷ τόπῳ τὸ πρότερον. Ἐπειδὴ μεγάλων ἠξιώθη διὰ τῆς ὀπτασίας, τῇ προσηγορίᾳ τὴν μνήμην ἐναποτίθεσθαι βούλεται τῷ τόπῳ, καὶ ἐπίσημον εἰς τὸ ἑξῆς ἐργάσασθαι. Καὶ τὸν λίθον ἀντὶ τῆς στήλης στήσας, καὶ τὸ ἔλαιον ἐπιχέας (τοῦτο γὰρ αὐτὸν μόνον εἰκὸς ἐπιφέρεσθαι, ἅτε οὕτως ὁδοιποροῦντα), εὐχὴν προσάγει τῷ φιλανθρώπῳ Θεῷ πάσης γέμουσαν φιλοσοφίας.