Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΝΔʹ Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-50
Not analysed yet
Σκόπει πῶς εὐπρόσωπον εὗρε πρόφασιν. Ὅταν γὰρ ἡμῖν ἡ ἄνωθεν συμπράττῃ δεξιὰ, καὶ τὰ δυσχερῆ εὔκολα γίνεται, καὶ τὰ δύσκολα ῥᾴδια. Ἐπεὶ οὖν καὶ αὕτη εἶχε τὸν τῶν ὅλων Θεὸν συναινοῦντα αὐτῆς τῇ γνώμῃ, πάντα τὰ δυνάμενα συντελεῖν τῇ οἰκονομίᾳ τῇ μελλούσῃ, καὶ τοῦ παιδὸς τῇ σωτηρίᾳ, ὑπέβαλεν αὐτῆς τῇ διανοίᾳ. Προσώχθισα, φησὶν, τῇ ζωῇ διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τῶν γυναικῶν τοῦ Ἡσαῦ τὸ δύστροπον, καὶ ὅτι πολλῆς ἀηδίας αὐτοῖς ὑπόθεσις γεγόνασι. Καὶ γὰρ ἀνωτέρω διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ, ὅτι ἔλαβεν ἀπὸ τῶν Χετταίων καὶ ἀπὸ τῶν Εὐαίων γυναῖκας ὁ Ἡσαῦ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Τοῦτο οὖν αὐτὸ ὑπομνῆσαι αὐτὸν βουλομένη, μονονουχὶ ταῦτά φησι πρὸς αὐτόν· Οἶδας ὅπως μοι τὴν ζωὴν πικρὰν πεποιήκασιν αἱ γαμεταὶ τοῦ Ἡσαῦ, καὶ ὅπως διὰ τὴν τούτων μοχθηρίαν λοιπὸν πρὸς πάσας ἀπεχθῶς ἔχω τὰς θυγατέρας τῶν υἱῶν Χὲτ, καὶ ἅπαν τὸ ἔθνος δι' ἐκείνας μεμίσηκα. Εἰ τοίνυν συμβαίη καὶ τὸν Ἰακὼβ ἐκ τούτων ἀγαγέσθαι γυναῖκα, ποία μοι λοιπὸν ἔσται σωτηρίας ἐλπίς; Ἵνα τί γάρ μοι τὸ ζῇν; Εἰ γὰρ ἐκείνας ἐνεγκεῖν οὐκ ἰσχύομεν, εἰ καὶ οὗτος φθάσει ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης λαβεῖν γυναῖκα, τὰ τῆς ζωῆς ἡμῖν οἴχεται. Ἀκούσας δὲ ταῦτα ὁ Ἰσαὰκ, καὶ εἰς ὑπόμνησιν ἐλθὼν τῆς ἐκείνων κακίας, Προσκαλεσάμενος τὸν Ἰακὼβ, εὐλόγησε, φησὶν, αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ λέγων· Οὐ λήψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· ἀλλ' ἀναστὰς πορεύου εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων τοῦ ἀδελφοῦ τῆς μητρός σου. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ βουλόμενος προθυμότερον αὐτὸν ἐργάσασθαι περὶ τὴν ἀποδημίαν, καὶ τὰς παρ' αὐτοῦ εὐλογίας πάλιν προτίθησι, καί φησιν· Ὁ Θεός μου εὐλογήσει σε, καὶ αὐξήσει σε, καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσει σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ. Ὅρα τὸν δίκαιον τοῦτον, ὅπως προαναφωνεῖ αὐτῷ ἅπαντα, καὶ ἱκανὰ αὐτῷ ἐφόδια πρὸς παραμυθίαν δίδωσι, προμηνύων αὐτῷ καὶ τὴν ἐπάνοδον καὶ τῆς γῆς τὴν κληρονομίαν, καὶ ὅτι οὐ μόνον εἰς πλῆθος ἐπιδώσει, ἀλλὰ καὶ συναγωγὰς ἐθνῶν ἐκ τοῦ σπέρματος αὐτοῦ ἐξελεύσεσθαι. Ταῦτα ἀκούσας ὁ παῖς ἐπλήρου τὰ δόξαντα τῷ πατρὶ, καὶ ἐπορεύετο εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν τῆς μητρὸς ἀδελφόν. Ἀλλὰ πάλιν ὁ Ἡσαῦ τοῦτο μαθὼν, καὶ ὅτι εὐλογηθεὶς παρὰ τοῦ πατρὸς ὁ Ἰακὼβ ἐντολὰς ἔλαβε, μὴ λαβεῖν γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ' ὥρμησεν εἰς τὴν Μεσοποταμίαν, ὥσπερ διορθῶσαι βουλόμενος τὸ οἰκεῖον πταῖσμα, καὶ ἐξευμενίσασθαι τὸν πατέρα, Προσθεὶς, φησὶν, ἔλαβε γυναῖκα πρὸς ταῖς γυναιξὶν αὐτοῦ, θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ. Εἶδες, ἀγαπητὲ, μεθ' ὅσης συνέσεως ἡ φιλόστοργος αὕτη μήτηρ ἐξήρπασε τῶν κινδύνων τὸν Ἰακὼβ πρέπον σχῆμα ἐπιθεῖσα τῇ ἀποδημίᾳ, καὶ οὔτε τοῦ Ἡσαῦ τὴν κακίαν ἐξέφηνεν, οὔτε τῷ πατρὶ τὴν αἰτίαν δήλην ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν παῖδα κατάλληλον ἐποιήσατο τὴν συμβουλὴν, ἵνα προτρέψασθαι δυνηθῇ διὰ τοῦ φόβου καταδέξασθαι τὰ παρ' αὐτῆς λεγόμενα, καὶ τῷ πατρὶ ἁρμόζουσαν γνώμην εἰσηγήσατο; Ὅθεν καὶ ἐπιδραμὼν ὁ δίκαιος τοῖς ῥηθεῖσι παρ' αὐτῆς, ἐφοδιάσας ταῖς παρ' ἑαυτοῦ εὐλογίαις τὸν Ἰακὼβ ἐξέπεμψεν. Ἀλλ' εἰ δοκεῖ, καὶ μὴ ἀπεκάμετε ἴδωμεν ὅπως τὴν ἀποδημίαν ποιεῖται ὁ Ἰακώβ. Οὐ μικρὰ γὰρ καὶ ἐντεῦθεν καρπώσασθαι δυνησόμεθα, ἐὰν προσέχωμεν. Καὶ γὰρ φιλοσοφίας ἁπάσης διδασκαλίαν περιέχει τῶν δικαίων ἡ διαγωγή. Ὅρα γοῦν ἐνταῦθα τὸν νέον τοῦτον, τὸν ἐπὶ τῆς οἰκίας τραφέντα, τὸν οὐχ ὁδοιπορίας πεῖραν εἰληφότα ποτὲ, οὐ τῆς ἐν ξένῃ διατριβῆς, οὐχ ἑτέρας τινὸς κακουχίας, ὅπως ἅπτεται τῆς ὁδοιπορίας, καὶ μάνθανε τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ. Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπορίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), τοσαύτης ἀπολαύσας θεραπείας (Ἄπλαστος γὰρ, φησὶν, οἰκῶν οἰκίαν), ἀποδημεῖν μέλλων οὐχ ὑποζυγίων ἐδεήθη, οὐκ ἀκολούθων, οὐκ ἐφοδίων· ἀλλ' ἀποστολικὸν ἤδη μιμούμενος τρόπον, οὕτως ἥπτετο τῆς ὁδοῦ. Καὶ ἐπειδὴ ὁ ἥλιος, φησὶν, ἦν πρὸς δυσμὰς, ἔνθα κατελήφθη, ἐκεῖ ἐκάθευδε. Λαβὼν, φησὶ, λίθον ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν· τῷ λίθῳ ἀντὶ προσκεφαλαίου ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους ἐκάθευδε. Διὰ τοῦτο, ἐπειδὴ φιλόσοφον εἶχε ψυχὴν, καὶ φρόνημα ἀνδρεῖον, καὶ πάσης φαντασίας βιωτικῆς ἀπήλλακτο, καὶ τῆς ὄψεως ἐκείνης ἠξιώθη τῆς θαυμαστῆς. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν εὐγνώμονα, καὶ τῶν παρόντων οὐ πολὺν ποιουμένην λόγον, πολλὴν περὶ αὐτὴν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν.