Ancient Greek
ΟΜΙΛΙΑ ΝΗʹ Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-54
Not analysed yet
Ὅρα Θεοῦ οἰκονομίαν· ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ὅταν βούληται ὁ τῶν ὅλων Δεσπότης τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐπιδείξασθαι, καὶ τοὺς ἀνημέρως πρὸς ἡμᾶς διακειμένους προβάτων ἡμερωτέρους ἐργάζεται. Σκόπει τοίνυν, ὅσην μεταβολὴν ἐπιδείκνυται ὁ Ἡσαῦ. Προσέδραμε γὰρ, φησὶν, εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν ἐφίλησε· καὶ ἔκλαυσαν ἀμφότεροι. Μόλις ποτὲ ὁ δίκαιος ἀνέπνευσε, καὶ τὸν φόβον ἀπεσείσατο, καὶ τῆς δειλίας ἐλευθερωθεὶς, θαρσαλεώτερος γέγονεν. Ἀναβλέψας δὲ, φησὶν, Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπε· Τί ταῦτά σοί ἐστιν; Ὁρῶν γὰρ τοῦ ἀδελφοῦ τὴν περιουσίαν, ἐξενίζετο καὶ ἐθαύμαζε· διὸ καὶ ἐρωτᾷν ἐβούλετο. Τί οὖν ὁ δίκαιος; Τὰ παιδία, φησὶν, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅπως διὰ τῆς τῶν ῥημάτων ταπεινοφροσύνης ἐκείνου τὸν θυμὸν κατεπράϋνε. Καὶ προσήγγισαν, φησὶν, αἱ παιδίσκαι καὶ τὰ τέκνα, καὶ προσεκύνησαν ἡ Λεία καὶ ἡ Ῥαχήλ. Καὶ εἶπε· Τί ταῦτά σοί ἐστι, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; Ὁ δὲ εἶπεν· Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Θέα μοι πῶς τῇ ὑπερβολῇ τῆς ταπεινοφροσύνης κατεδουλώσατο τὸν ἀδελφὸν καὶ ὃν ἐνόμιζεν ἀγρίως πρὸς αὐτὸν διακεῖσθαι, οὕτως εὗρεν ἥμερον, ὡς βούλεσθαι πρὸς θεραπείαν αὐτοῦ πάντα τὰ παρ' ἑαυτοῦ ἐπιδείξασθαι. Εἶπε γὰρ, φησὶν, ἔστι μοι πολλὰ, ἀδελφὲ, ἔστω σοι τὰ σά. Ἀλλ' οὐδὲ οὕτως ἠνέσχετο ὁ Ἰακὼβ, ἀλλὰ δεικνὺς ὅσην ποιεῖται σπουδὴν τοῦ εὐμενῆ αὐτὸν ἔχειν, φησίν· Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα ἐκ τῶν χειρῶν μου. Ἕνεκεν γὰρ τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ. Δέξαι, φησὶ, τὰ παρ' ἐμοῦ σοι δῶρα προσαγόμενα. Μετὰ τοσαύτης γὰρ περιχαρείας εἶδόν σου τὸ πρόσωπον, μεθ' ὅσης ἄν τις ἴδοι Θεοῦ πρόσωπον. Τοῦτο θεραπείας πολλῆς ἕνεκα ἐῤῥέθη παρὰ τοῦ δικαίου, ὥστε αὐτὸν καταμαλάξαι, καὶ πρὸς τὴν ἀδελφικὴν εὔνοιαν ἀγαγεῖν. Καὶ εὐδοκήσεις με, ἀντὶ τοῦ, Τὸ ἀρέσκον μοι ποιήσεις. Λάβε τοίνυν τὰς εὐλογίας, ἃς ἐνήνοχά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα. Μὴ παραιτήσῃ, φησὶ, λαβεῖν. Ταῦτα γὰρ πάντα παρὰ τοῦ Θεοῦ μοι δεδώρηται, καὶ αὐτός μοι τούτων ἁπάντων χορηγὸς γεγένηται. Διὰ τούτων ἠρέμα κἀκεῖνον ἐδίδασκεν, ὅσης ἀξιοῦται τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ παρεσκεύαζε πολλὴν τὴν περὶ αὐτὸν αἰδῶ ἐπιδείκνυσθαι. Καὶ παρεβιάσατο αὐτὸν, καὶ ἔλαβεν. Ὅρα λοιπὸν τὴν μεταβολήν. Καὶ εἶπεν Ἡσαῦ· Ἀπάραντες πορευσώμεθα ἐπ' εὐθεῖαν, ἀντὶ τοῦ, Λοιπὸν κοινῇ ποιησώμεθα τὴν ὁδοιπορίαν. Ὁ δὲ αἰτεῖ, πρόφασιν εὔλογον εὑρηκώς· Ὁ κύριός μου, φησὶ, γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται. Οὐ δύναμαι, φησὶ, συντομώτερον ποιήσασθαι τὴν ἀποδημίαν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἀναγκάζομαι ὁδοιπορεῖν διά τε τὰ παιδία καὶ τὰ ποίμνια, ὥστε μὴ διαφθαρῆναι τῷ πλείστῳ καμάτῳ. Πορεύου οὖν, φησὶν, αὐτὸς, ἐγὼ δὲ κατὰ μέρος ὑποτεμνόμενος τῶν παιδίων τὸν κάματον καὶ τῶν ποιμνίων, οὕτω καταλήψομαί σε εἰς τὴν Σηείρ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς, Εἰ βούλει, φησὶ, καταλείπω τινὰς τῶν σὺν ἐμοὶ μετὰ σοῦ, πολλῆς τιμῆς καὶ θεραπείας καὶ τοῦτο δεῖγμα ποιούμενος. Ὁ δὲ οὐδὲ τοῦτο καταδέχεται· Ἀρκεῖ μοι, φησὶν, ὅτι ὅλως εὗρον χάριν ἐναντίον σου. Τοῦτό μοι ἦν περισπούδαστον, τὸ εὐμενῆ σε εὑρεῖν. Ἐπεὶ οὖν τούτου ἐπέτυχον, οὐδενὸς ἑτέρου δέομαι. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἐποίησεν ἑαυτῷ σκηνὰς καὶ τοῖς κτήνεσιν αὐτοῦ· διὰ τοῦτο ἐκάλεσε τὸν τόπον, Σκηναί.