Ancient Greek
ΟΜΙΛΙΑ ΝΗʹ Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-54
Not analysed yet
Ταῦτα ἀκούων ὁ δίκαιος, καὶ καταπλαγεὶς τοῦ πρὸς αὐτὸν διαλεγομένου τὸ μέγεθος, φησίν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτόν. Ἔσω, φησὶ, τῶν οἰκείων ὅρων μένε, καὶ μὴ ὑπέρβαινέ σου τὰ μέτρα. Εὐλογίας βούλει ἀπολαῦσαι τῆς παρ' ἐμοῦ; Ἰδοὺ, ταύτην σοι δωροῦμαι. Εὐλόγησε γὰρ, φησὶν, αὐτόν. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ὁρᾷς πόσον αὐτῷ θάρσος γέγονεν ἀπὸ τῆς ὀπτασίας τῆς γεγενημένης; Ἐσώθη γάρ μου, φησὶν, ἡ ψυχὴ, ἡ σχεδὸν ἀποτεθνηκυῖα ὑπὸ τοῦ δέους. Ἐπειδὴ ἰδεῖν κατηξιώθην πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν, Ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Εἶδες πῶς τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ συγκαταβαίνων ὁ Δεσπότης πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξασθαι; Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, πρὸς τὸ τῆς συγκαταβάσεως μέγεθος, ἀλλ' ἐννόησον ὅτι καὶ ἐπὶ τοῦ πατριάρχου, ἡνίκα παρὰ τὴν δρῦν ἐκαθέζετο, ἐν ἀνθρώπου σχήματι μετὰ τῶν ἀγγέλων ἐπεξενώθη τῷ δικαίῳ, προμηνύων ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι μέλλει ἀνθρωπίνην μορφὴν λαμβάνων, οὕτω πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθεροῦν, καὶ πρὸς τὴν σωτηρίαν ἐπανάγειν. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, ἐν σχήματι φαντασίας ἑκάστῳ αὐτῶν ἐφαίνετο, καθάπερ καὶ αὐτὸς διὰ τοῦ προφήτου φησίν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· ὅτε δὲ κατηξίωσε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, καὶ τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἀναδέξασθαι, οὐ φαντασίᾳ, οὐδὲ δοκήσει τὴν σάρκα ὑπέδυ, ἀλλ' ἀληθείᾳ. Καὶ διὰ τοῦτο διὰ πάντων τῶν ἡμετέρων ἐλθεῖν κατεδέξατο, καὶ ἐκ γυναικὸς τεχθῆναι, καὶ βρέφος γενέσθαι, καὶ σπαργανωθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ πάντα τὰ ἄλλα ὑποστῆναι, ἵνα πιστώσηται τῆς οἰκονομίας τὴν ἀλήθειαν, καὶ ἀποῤῥάψῃ τῶν αἱρετικῶν τὰ στόματα. Διὰ τοῦτο καὶ καθεύδει ἐπὶ τοῦ πλοίου, καὶ ὁδοιπορεῖ, καὶ κοπιᾷ, καὶ πάντα τὰ ἀνθρώπινα ὑπομένει ἵνα διὰ τῶν πραγμάτων πάντας πληροφορῆσαι δυνηθῇ. Διὰ τοῦτο καὶ δικαστηρίῳ παρίσταται, καὶ σταυροῦται, καὶ θάνατον ὑπομένει τὸν ἐπονείδιστον, καὶ ἐν μνημείῳ τίθεται, ἵνα τὰ τῆς οἰκονομίας διὰ πάντων κατάδηλα γένηται. Εἰ γὰρ μὴ κατὰ ἀλήθειαν τὴν σάρκα τὴν ἡμετέραν ἀνέλαβεν, οὐδὲ ἐσταυρώθη, οὐδὲ ἀπέθανεν, οὐδὲ ἐτάφη, οὐδὲ ἀνέστη. Εἰ δὲ μὴ ἀνέστη, πᾶς ὁ τῆς οἰκονομίας λόγος ἀνατέτραπται. Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ἐκπίπτουσιν οἱ μὴ βουλόμενοι τῷ τῆς θείας Γραφῆς κατακολουθεῖν κανόνι, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἅπαντα ἐπιτρέποντες; Ἀλλ' ὥσπερ ἐνταῦθα ἀλήθειά ἐστι προφανὴς, οὕτως ἐπὶ τοῦ δικαίου τούτου φαντασία τις ἦν, δι' ἧς ἐχρῆν πληροφορηθῆναι τὸν δίκαιον, ὅσης ἀπολαύει τῆς παρ' αὐτοῦ προνοίας, καὶ ὅτι ἀχείρωτος ἔσται πᾶσι τοῖς ἐπιβουλεύειν ἐπιχειροῦσιν. Εἶτα ἵνα μηδένα τῶν εἰς τὸ ἑξῆς λάθῃ ἡ γεγενημένη αὐτῷ ὀπτασία, Ἐπέσκαζε, φησὶ, τῷ μηρῷ αὐτοῦ. Ἕνεκα τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ, ὃ καὶ ἐνάρκησεν. Ἐπειδὴ γὰρ ὁ μὲν δίκαιος ἔμελλε πληρώσας τῆς ζωῆς αὐτοῦ τοὺς χρόνους μεθίστασθαι τοῦ βίου, ἐχρῆν δὲ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν κηδεμονίαν, καὶ τὴν τοσαύτην συγκατάβασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων γνώριμον γενέσθαι, διὰ τοῦτό φησιν· Οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησεν. Εἰδὼς αὐτῶν τὴν πολλὴν ἀγνωμοσύνην, καὶ ὅπως ἐπιλανθάνονται τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν, διὰ τοῦτο σοφιζόμενος διηνεκῆ αὐτοὺς ἔχειν τὴν μνήμην τῶν παρ' αὐτοῦ γεγενημένων εὐεργεσιῶν, τὰ ὑπομνήματα φυλάττεσθαι αὐτοὺς ἐμηχανήσατο διὰ τῶν τοιούτων παρατηρήσεων· καὶ τοῦτο διὰ πάσης τῆς Γραφῆς ἔστιν εὑρεῖν. Αὕτη γὰρ μάλιστά ἐστιν ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων, τὸ βούλεσθαι αὐτὸν ἀδιαλείπτως τὰς ἑξῆς γενεὰς μελετᾷν τοῦ Θεοῦ τὰς εὐεργεσίας, καὶ μὴ λήθην τούτων ποιησαμένους ἐπὶ τὴν οἰκείαν πλάνην πάλιν ἀνατρέχειν· μάλιστα γὰρ τοῦτο ἔθος τῷ τῶν Ἰουδαίων γένει. Οἱ γὰρ καὶ παρ' αὐτὰς τὰς εὐεργεσίας πολλάκις τὴν οἰκείαν ἀγνωμοσύνην ἐπιδεικνύμενοι, πολλῷ μᾶλλον εἰ μὴ τοῦτο ἐγίνετο, πάντα ἂν τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς γεγενημένα ἐξέβαλον τῆς οἰκείας διανοίας. Ἀλλ' ἴδωμεν λοιπὸν, πῶς τὰ τῆς συντυχίας γίνεται τῷ Ἰακὼβ πρὸς τὸν ἀδελφόν. Ἐπειδὴ γὰρ ἀρκοῦσαν ἔλαβε παράκλησιν ἐκ τῶν γεγενημένων καὶ ὑπόσχεσιν ἐδέξατο ὅτι ἰσχυρὸς ἔσται, καὶ μετὰ ἀνθρώπων δυνατὸς, Ἀναβλέψας, φησὶν, εἶδε, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ, καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. Καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥαχὴλ καὶ τὰς δύο παιδίσκας. Καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ τὸν Ἰωσὴφ ἐν ἐσχάτοις. Αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ. Ὅρα πῶς τὴν διαίρεσιν ποιησάμενος, αὐτὸς πρὸ πάντων τὴν συντυχίαν ποιεῖται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως οὗ ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ· ἐφελκόμενος καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς προσκυνήσεως τὸν ἀδελφὸν εἰς τὴν περὶ αὐτὸν εὔνοιαν· ὃ δὴ καὶ γέγονε. Προσδραμὼν γὰρ, φησὶν, Ἡσαῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἔκλαυσαν ἀμφότεροι.