Ancient Greek
ΟΜΙΛΙΑ ΝΘʹ Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-55
Not analysed yet
Ἀλλ' ὅρα μοι λοιπὸν ἐνταῦθα τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν τὴν περὶ τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν δεδοικότα διὰ τὰ ὑπὸ τῶν παίδων γεγενημένα τὴν αὐτόθι οἴκησιν, Εἶπε, φησὶν, ὁ Θεός· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Ἐπειδὴ δέδοικας τοὺς ἐνταῦθα, ἀναχώρει, φησὶν, ἐντεῦθεν, καὶ οἴκει εἰς τὴν Βαιθὴλ, Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Καὶ εἶπεν Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ' αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Σκόπει τοῦ δικαίου πάλιν τὴν ὑπακοὴν καὶ τὸ φιλόθεον. Ἐπειδὴ ἤκουσεν, Ἀνάβηθι εἰς Βαιθὴλ, καὶ ποίησον θυσιαστήριον, καλέσας πάντας τοὺς αὐτοῦ εἶπεν· Ἄρατε τοὺς θεούς. Ποίους, ἄν τις εἴποι, θεούς; Οὐδαμοῦ γὰρ ἔστιν ἰδεῖν θεοὺς αὐτὸν ἐσχηκότα· ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς φιλόθεος ἦν ὁ δίκαιος. Ἀλλ' αἰνιττόμενος ἴσως τοὺς θεοὺς τοὺς τοῦ Λάβαν, οὓς ἡ Ῥαχὴλ ἦν ὑφελομένη, διὰ τοῦτό φησιν· Ἐπειδὴ μέλλομεν τῷ ἀληθινῷ Θεῷ, τῷ ἀεί μοι τὴν παρ' αὐτοῦ προστασίαν νείμαντι, τὰς εὐχαριστίας ἀναφέρειν, ἐξάρατε, εἴ τινά ἐστιν ὑμῖν εἴδωλα, Καὶ καθαρίσασθε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ οὕτως ἐπὶ τὴν πόλιν ὁρμήσομεν, καὶ ἔξωθεν καὶ ἔσωθεν ἑαυτοὺς καθάραντες, οὕτω συνέλθετε. Μὴ μόνον τῇ τῶν ἱματίων φαιδρότητι τὴν καθαρότητα δεικνύντες, ἀλλὰ καὶ τῇ τῶν εἰδώλων ἀφαιρέσει τοὺς λογισμοὺς τῆς διανοίας ἐκκαθάραντες, οὕτως ἀνέλθωμεν ἐπὶ τὴν Βαιθήλ. Καὶ ἔδωκαν, φησὶ, τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους (οὐ γὰρ ἦσαν αὐτῶν), καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν. Ἴσως γὰρ καὶ ταῦτα σύμβολά τινα ἦν τῶν εἰδώλων ἐκείνων, διὸ καὶ αὐτὰ μετὰ τῶν θεῶν προσφέρουσι τῷ Ἰακώβ. Καὶ ἔκρυψεν αὐτὰ, φησὶν, ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Ἔκρυψε, φησὶν, αὐτὰ καὶ ἀπώλεσεν, ὥστε καὶ αὐτοὺς τοὺς τῆς πλάνης δούλους τὴν πλάνην διαφυγεῖν, καὶ μηδένα ἕτερον τὴν ἐξ αὐτῶν λύμην δέξασθαι. Καὶ ταῦτα ἅπαντα διαπραξάμενος ὁ δίκαιος, Ἐξῆρε, φησὶν, ἐκ Σηκίμων, καὶ ἐποιεῖτο τὴν ὁρμὴν εἰς τὴν Βαιθήλ. Ἀλλ' ὅρα μοι πάλιν τοῦ Θεοῦ τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ πῶς ἡμᾶς διδάσκει ἡ Γραφὴ ἅπαντα σαφῶς. Ἐξελθόντος γὰρ, φησὶ, τοῦ δικαίου ἐκ Σηκίμων, Ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Εἶδες πόση ἡ πρόνοια, καὶ πῶς ἐναργὴς ἡ παρ' αὐτοῦ ἀντίληψις ἐγένετο; Ἐπέπεσε γὰρ ἐπ' αὐτοὺς φόβος, καὶ οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ἐπειδὴ γὰρ τοῦτο ἐδεδοίκει ὁ δίκαιος, καὶ ἔλεγεν· Ὀλιγοστός εἰμι, καὶ ἐκτριβήσομαι· διὰ τοῦτό φησιν, Φόβου αὐτοῖς ἐπιπεσόντος οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ὅταν γὰρ αὐτὸς βούληται τὴν ῥοπὴν τὴν παρ' ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τοὺς ἀσθενεῖς ἰσχυροτέρους τῶν δυνατῶν ἀπεργάζεται, τοὺς ὀλίγους τῶν πλειόνων δυνατωτέρους, καὶ οὐδὲν ἂν γένοιτο μακαριστότερον τοῦ τὴν ἄνωθεν ἐπισπασαμένου ῥοπήν. Καὶ ἀπῆλθε, φησὶν, Ἰακὼβ εἰς Λούζαν, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Παραγενόμενος, φησὶν, εἰς τὴν Βαιθὴλ, ἐποίησε τὸ προσταχθὲν, καὶ τὸ θυσιαστήριον οἰκοδομήσας ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. Ἀπέθανε δὲ, φησὶ, Δεβόῤῥα ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους. Ὁρᾷς πῶς ἀεὶ ἀπὸ τῶν συμβαινόντων τοὺς τόπους ὠνόμαζεν, ὥστε διηνεκῆ διασώζεσθαι τὴν μνήμην; Καὶ πῶς, ἄν τις εἴποι, ἡ τροφὸς τῆς Ῥεβέκκας συνῆν τῷ Ἰακὼβ πρόσφατον ἀπὸ τῆς Μεσοποταμίας παραγενομένῳ, καὶ μηδέπω τὴν πρὸς τὸν πατέρα συντυχίαν ποιησαμένῳ; Ἢ τάχα τοῦτο ἂν εἴποιμεν, ὅτι, ἡνίκα ἀπὸ τοῦ Λάβαν ἐπανῄει, συνανελθεῖν τῷ Ἰακὼβ ἐπεθύμησεν, ὥστε διὰ μακροῦ τοῦ χρόνου τὴν Ῥεβέκκαν θεάσασθαι· καὶ πρὶν ἢ τὰ τῆς συντυχίας γενέσθαι, ἐκεῖ τὸν βίον κατέλυσεν.