Ancient Greek
ΟΜΙΛΙΑ ΝΘʹ Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-10
Not analysed yet
Ἀλλ', εἰ βούλεσθε, καὶ ἡμεῖς ἐνταῦθα στήσωμεν τὸν λόγον ἀρκεσθέντες τοῖς εἰρημένοις, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε καὶ αὐτοὺς πολλὴν τῆς ἀρετῆς ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ τῆς τῶν νέων σωφροσύνης ἐπιμελεῖσθαι. Ἐντεῦθεν γὰρ, ὡς εἰπεῖν, ἅπαντα τίκτεται τὰ κακά. Ἡ γὰρ συνήθεια τῆς πονηρίας τῷ χρόνῳ προϊοῦσα τοσαύτην ἐργάζεται τὴν λύμην, ὡς μηδεμίαν λοιπὸν παραίνεσιν δύνασθαι περιγενέσθαι τῶν ἅπαξ ὑπὸ τῆς πονηρίας προδιδομένων, καὶ καθάπερ αἰχμαλώτων ἀγομένων, ᾗπερ ἂν ὁ διάβολος κελεύῃ. Ἐκεῖνος γάρ ἐστι λοιπὸν ὁ ἐπιτάττων, καὶ τὰ ὀλέθρια ἐκεῖνα κελεύων ἐπιτάγματα, ἅπερ μεθ' ἡδονῆς πληροῦσιν οἱ νέοι, τὸ παρὸν μόνον ἡδὺ ὁρῶντες, καὶ τὴν μετὰ ταῦτα ὀδύνην οὐ λογιζόμενοι. Διὸ παρακαλῶ χεῖρα ὀρέγειν τοῖς παισὶ τοῖς ἡμετέροις, ἵνα μὴ καὶ τῶν ὑπ' ἐκείνων πραττομένων αὐτοὶ τὰς εὐθύνας ὑποστῶμεν. Ἢ οὐκ ἴστε, τί ὁ πρεσβύτης Ἠλεὶ πέπονθεν, οὐ προσηκόντως διορθούμενος τῶν παίδων τὰ ἐλαττώματα; Ὅταν γὰρ ᾖ πάθος τομῆς δεόμενον, εἰ μέλλοι ὁ ἰατρὸς τοῦτο καταιονήσει θεραπεύειν, ταχέως ἀνίατον ἐργάζεται τὸ πάθος, οὐ τὴν ἁρμόττουσαν ἐπάγων ἰατρείαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πρεσβύτης ἐκεῖνος ὀφείλων ἄξια τῶν πλημμελημάτων εἰσπράξασθαι τοὺς ἑαυτοῦ παῖδας, πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, τῆς τιμωρίας αὐτοῖς καὶ αὐτὸς ἐκοινώνησε. Φοβηθέντες οὖν, παρακαλῶ, τὸ ὑπόδειγμα, καὶ οἱ παῖδας ἔχοντες προνοῶμεν τῆς τούτων ἀνατροφῆς, καὶ ἁπλῶς ἕκαστος τῶν συνοικούντων τὴν ἐπιμέλειαν ποιείσθω, καὶ κέρδος μέγιστον κρινέτω τὴν τοῦ πλησίον ὠφέλειαν, ἵνα τὰ πρὸς ἀρετὴν ἕκαστος πεπαιδευμένος, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν δυνηθῇ, καὶ τὴν ἀρετὴν ἑλόμενος πολλὴν ἐπισπάσηται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.