Ancient Greek
ΟΜΙΛΙΑ ΞΑʹ Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-11
Not analysed yet
Οἶμαι καὶ τοῦτο πληγὴν ἑτέραν ἐκείνοις γεγενῆσθαι. Ἑώρων γὰρ ὅτι καὶ πρὸς τὸν μὴ παρόντα, μᾶλλον δὲ καὶ νομιζόμενον ὑπὸ θηρίων ἀνῃρῆσθαι, οὕτως ἀκμάζοντα τὸν πόθον ἐπιδείκνυται, καὶ πλέον ὑπὸ τοῦ φθόνου κατετήκοντο. Ἀλλ' οὗτοι μὲν καὶ πρὸς τὸν ἀδελφὸν καὶ πρὸς τὸν πατέρα ὠμοὶ γεγονότες οὐδεμιᾶς ἂν εἶεν συγγνώμης ἄξιοι· οἱ δὲ Μαδιηναῖοι καὶ αὐτοὶ πάλιν ὑπηρετοῦσι τῇ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ πάλιν ἀποδίδονται τὸν Ἰωσὴφ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ τοῦ Φαραώ. Εἶδες πῶς ὁδῷ κατὰ μικρὸν πρόεισι, καὶ διὰ πάντων τὴν οἰκείαν ἀρετὴν καὶ τὴν ὑπομονὴν ἐπιδείκνυται, ἵν' οὕτω καθάπερ ἀθλητὴς γενναίως ἀγωνισάμενος, ἀναδήσηται τῆς βασιλείας τὸν στέφανον, καὶ τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον ἐξελθοῦσα, δι' αὐτῆς τῆς πείρας διδάξῃ τοὺς πεπρακότας, ὡς οὐδὲν αὐτοῖς ὄφελος γέγονε τῆς τοσαύτης μηχανῆς; Τοσαύτην γὰρ ἡ ἀρετὴ ἔχει τὴν ἰσχὺν, ὡς καὶ πολεμουμένην αὐτὴν συμβαίνειν ἐπὶ πλέον περιφανεστέραν γίνεσθαι. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν αὐτῆς δυνατώτερον· οὐκ ἐπειδὴ αὐτὴ καθ' ἑαυτὴν τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀλλ' ἐπειδὴ ὁ ταύτην κεκτημένος καὶ τῆς ἄνωθεν ἀπολαύει ῥοπῆς· τῆς δὲ ἄνωθεν ἀπολαύων ῥοπῆς, καὶ τῆς ἐκεῖθεν ἀξιούμενος συμμαχίας, πάντων ἂν εἴη δυνατώτερος, καὶ ἀχείρωτος, καὶ ἀνάλωτος οὐκ ἀνθρώπων μόνον ἐπιβουλαῖς, ἀλλὰ καὶ ταῖς τῶν δαιμόνων μηχαναῖς. Ὅπερ εἰδότες μὴ φεύγωμεν τὸ κακῶς πάσχειν, ἀλλὰ τὸ κακῶς ποιεῖν· τοῦτο γάρ ἐστι τὸ κακῶς πάσχειν. Ὁ γὰρ τὸν πλησίον κακῶς διαθεῖναι ἐπιχειρῶν, ἐκεῖνον μὲν οὐδὲ ὅλως κατέβλαψεν· εἰ γὰρ καὶ πρὸς ὀλίγον κατέβλαψεν, ἐν τῷ παρόντι αἰῶνι τοῦτο πεποίηκεν· ἑαυτῷ δὲ τὰς ἀθανάτους κολάσεις ταμιεύεται, καὶ τὰς τιμωρίας τὰς ἀφορήτους, ἃς οὐκ ἂν ἑτέρως διαφυγεῖν δυνηθείημεν, εἰ μὴ παρασκευάσαιμεν ἑαυτοὺς ἑτοίμους πρὸς τὸ πάσχειν κακῶς, καὶ, κατὰ τὴν διδαχὴν τοῦ Δεσπότου, εὐχώμεθα ὑπὲρ τῶν ταῦτα ἡμῖν διατιθέντων. Τοῦτο γὰρ ἡμῖν πολὺν προξενήσει τὸν μισθὸν, καὶ παρασκευάσει τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν,