Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΞΒʹ Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-61
Not analysed yet
Ἱκανῶς ἡμᾶς πρώην ἡ κατὰ τὸν Ἰωσὴφ ἱστορία ἐδίδαξε τοῦ φθόνου τὴν λύμην, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὴν τίκτουσαν αὐτὸ ψυχὴν πρότερον διαφθείρει. Καὶ εἴδετε ὅπως ὑπὸ τούτου τοῦ πάθους συσχεθέντες οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ καὶ τῆς συγγενείας ἐπελάθοντο, καὶ θηρίων ἀγρίων ὠμότητα πρὸς τὸν οὐδὲν ἠδικηκότα ἐπεδείξαντο, τὴν μὲν ἑαυτῶν κακίαν ἔκδηλον πεποιηκότες, τὸν δὲ ἀδελφὸν οὐδὲν τοσοῦτον καταβλάψαντες, ὅσον ἑαυτοὺς αἰσχύνῃ περιέβαλλον. Εἰ γὰρ καὶ βαρβάροις αὐτὸν πεπράκασι, κἀκεῖνοι πάλιν ἀπέδοντο τῷ τοῦ Φαραὼ ἀρχιμαγείρῳ, ἀλλ' ὅμως ἐπειδὴ εἶχε τὴν ἄνωθεν αὐτῷ ῥοπὴν ἐν ἅπασιν ἐπαρκοῦσαν, πάντα κοῦφα καὶ ῥᾴδια αὐτῷ ἐφαίνετο. Καὶ ἐβουλόμην μὲν καὶ σήμερον τῆς αὐτῆς ἱστορίας ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν ὑφᾶναι τὴν διδασκαλίαν· ἀλλ' ἐν μέσῳ ἑτέρα τις διήγησις παρέγκειται, ἣν οὐκ ἄξιον παραδραμεῖν, ἀλλὰ καὶ αὐτὴν, ὡς οἷόν τε, διερευνησαμένους, τότε πάλιν ἐπὶ τὴν κατὰ τὸν Ἰωσὴφ ὑπόθεσιν ἐλθεῖν. Τί οὖν ἐστιν ἡ ἐν μέσῳ κειμένη διήγησις; Ἡ κατὰ τὸν Ἰούδαν. Οὗτος γὰρ θυγατέρα Χαναναίου λαβὼν γυναῖκα τὴν Σαύαν, καὶ ἐσχηκὼς ἐξ αὐτῆς τρεῖς παῖδας, ἔλαβε, φησὶ, τῷ πρωτοτόκῳ Ἢρ τὴν Θάμαρ γυναῖκα. Ἐπειδὴ δὲ πονηρὸς ἐφάνη ἐναντίον Κυρίου, ἀπέκτεινεν αὐτὸν ὁ Θεός. Καὶ ἐπέτρεψε τῷ Αὐνὰν λαβόντι τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ. Τοῦτο γὰρ ὁ νόμος ἐκέλευεν, ἀτέκνου ἀποθανόντος ἀδελφοῦ τὸν ἀδελφὸν λαβόντα τὴν γυναῖκα, ἀνιστᾷν τῷ ἀδελφῷ σπέρμα. Ἀλλὰ καὶ τοῦτον πονηρὸν φανέντα ἐθανάτωσεν ὁ Θεός. Τοῦτο τὸν Ἰούδαν εἰς φόβον κατέστησε, τῶν δύο παίδων τὴν ἀναίρεσιν οὕτω ταχεῖαν θεασάμενον· καὶ βουλόμενος τὴν Θάμαρ παραμυθήσασθαι, ὑπέσχετο καὶ τὸν ἕτερον υἱὸν δώσειν αὐτῇ, καὶ οὐκ ἐπλήρου τὰ ἐπαγγελθέντα, δεδιὼς μὴ καὶ αὐτὸς ὁμοίως τοῖς ἀδελφοῖς τὴν τιμωρίαν δέξηται. Ταύταις οὖν ταῖς ὑποσχέσεσι τρεφομένη ἡ Θάμαρ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, φησὶν, ἐκαθέζετο, ἀναμένουσα εἰς ἔργον ἐλθεῖν τοῦ πενθεροῦ τὴν ὑπόσχεσιν· καὶ ὁρῶσα τὸν Ἰούδαν οὐ βουλόμενον τὰ ἐπαγγελθέντα πληροῦν, τέως πράως ἔφερεν, οὐκ ἀνεχομένη τὴν πρὸς ἕτερον συνουσίαν, ἀλλὰ στέργουσα τὴν χηρείαν, καὶ καιρὸν ἐπιτήδειον ἀναμένουσα· ἔσπευδε γὰρ ἐκ τοῦ πενθεροῦ τεκνοποιῆσαι. Καὶ ἐπειδὴ εἶδε τὴν πενθερὰν τελευτήσασαν, καὶ τὸν Ἰούδαν εἰς Θάμνα παραγινόμενον, ὥστε κεῖραι τὰ ποίμνια, κλέψαι βουλομένη τὴν συνουσίαν τοῦ πενθεροῦ, καὶ ἐξ ἐκείνου ἐπιθυμοῦσα τεκνοποιῆσαι, οὐ δι' ἀσέλγειαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὸ μὴ δόξαι ἀνώνυμός τις εἶναι· ἄλλως δὲ καὶ οἰκονομία ἦν τὸ γινόμενον, ὅθεν καὶ εἰς ἔργον ἐξελθεῖν τὰ βουλευθέντα αὐτῇ ἐγένετο. Περιελομένη γὰρ, φησὶ, τὰ ἱματία χηρεύσεως αὐτῆς, καὶ περιβαλλομένη θέριστρον, καὶ καλλωπισαμένη, ἐκάθισε πρὸς ταῖς πύλαις. Εἶτα ὥσπερ ἀπολογουμένη ὑπὲρ αὐτῆς ἡ θεία Γραφή φησιν, Εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ· αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα· καὶ διὰ τοῦτο ἐπὶ ταύτην ὥρμησε τὴν ἀπάτην. Ὁ μέντοι Ἰούδας νομίσας αὐτὴν πόρνην εἶναι (κατεκαλύψατο γὰρ ἐκείνη τὸ πρόσωπον, ὥστε μὴ κατάδηλος γενέσθαι), Ἐξέκλινε πρὸς αὐτήν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις; Ὁ δὲ ὑπέσχετο ἔριφον αἰγῶν ἀποστέλλειν. Ἡ δὲ εἶπεν· Ἐὰν δῷς ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. Καὶ ἔδωκε τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων καταγινωσκέτω τῆς Θάμαρ· ὡς γὰρ ἔφθην εἰπὼν, καὶ οἰκονομίᾳ ὑπηρετεῖτο, καὶ διὰ τοῦτο οὔτε αὕτη μέμψιν τινὰ ὑπέμεινεν, οὔτε ὁ Ἰούδας ἐγκλήμασιν ὑπεύθυνος γέγονε. Καὶ γὰρ ἐντεῦθεν ὁδῷ προβαίνων εὑρήσεις ἐκ τῶν παίδων τῶν τούτῳ τεχθέντων τὸν Χριστὸν κατάγοντα τὸ γένος· ἄλλως δὲ καὶ τὰ δύο παιδία κατ' αὐτὸν τικτόμενα τῶν δύο λαῶν ἦν τύπος, καὶ προαναφώνησις τῆς πολιτείας τῆς Ἰουδαϊκῆς καὶ τῆς πνευματικῆς. Ἀλλὰ τέως ἴδωμεν μετὰ τὴν ἀναχώρησιν τοῦ Ἰούδα, ὅπως χρόνου μικροῦ παραδραμόντος, καὶ τοῦ πράγματος εἰς φανερὸν ἐλθόντος, ὁ Ἰούδας ἑαυτῷ δικάζει, ἐκείνην ἀπαλλάττων ἐγκλημάτων. Ἐπειδὴ τοίνυν ἐπλήρωσεν ὅπερ ἐβούλετο ἡ Θάμαρ, πάλιν ἀμείψασα τὸ σχῆμα, φησὶν, ἐκεῖθεν μὲν ἀνεχώρησεν, ἀπῆλθε δὲ εἰς τὸν οἶκον αὐτῆς. Ὁ μέντοι Ἰούδας τούτων οὐδὲν ἐπιστάμενος, τὴν ὑπόσχεσιν ἐπλήρου, καὶ τὸν ἔριφον ἀπέστειλεν, ἵνα τὸν ἀῤῥαβῶνα τὸν παρ' αὐτοῦ δοθέντα ἀναλάβῃ· ἀλλ' οὐδαμοῦ τῆς γυναικὸς εὑρεθείσης, ἐπανῆλθεν ὁ παῖς μηνύων τῷ Ἰούδᾳ, ὡς οὐδαμοῦ ἐπιστῆναι τῇ γυναικὶ δεδύνηται. Ταῦτα μαθὼν ὁ Ἰούδας εἶπε, φησὶ, Μή ποτε καταγνωσθῶμεν, ὡς ἀγνώμονες νομισθέντες· οὐδὲ γὰρ ᾔδει τὸ γεγενημένον. Ἀλλὰ τριῶν μηνῶν διελθόντων, καὶ τοῦ ὄγκου τῆς γαστρὸς μηνύοντος τὸν τόκον, καὶ οὐδενὸς ἑτέρου ἐπισταμένου τὴν κλοπὴν τῆς συνουσίας, Ἀπηγγέλη, φησὶ, τῷ Ἰούδᾳ, ὅτι ἐν γαστρὶ ἔχει ἐκ πορνείας. Καὶ μαθὼν εἶπεν· Ἐξαγάγετε αὐτὴν καὶ κατακαυθήτω. Μεγάλη ἡ ἀγανάκτησις, ἀφόρητος ἡ τιμωρία, ἐπειδὴ καὶ τὸ ἁμάρτημα μέγα εἶναι ἐδόκει. Τί οὖν ἡ Θάμαρ; Ἐξαποστείλασα ἅπερ ἀῤῥαβῶνος ἕνεκεν εἰλήφει, φησίν· Οὗτινος ταῦτά ἐστι, παρ' ἐκείνου τῆς γαστρὸς τὸν ὄγκον ἐδεξάμην.