Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-4
Not analysed yet
Εἶδες ἐξουσίαν ἄφατον; εἶδες ἀρχῆς μέγεθος; εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ τοῦ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ' ἐννοῶν τῆς τιμῆς τὸ μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Θέα μοι τῶν ῥημάτων τὴν ἀκρίβειαν, ἀγαπητὲ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γίνεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθείσης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γὰρ, Ὑμῖν ἔσται εἰς βρῶσιν, ἐπήγαγε, Καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρωπίας. Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τίς ἂν κατ' ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότητος; Ὑμῖν ἔσται εἰς βρῶσιν, φησὶ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ' αὐτοῦ δημιουργηθέντα πρόνοια. Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πάσαν αὐτῷ τὴν ἀρχὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τῶν τοσούτων ζώων τροφὴν, πρὶν ἢ κἂν ἔννοιαν αὐτόν τινα δέξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐτὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, εἰπὼν, Ὑμῖν ἔσται εἰς βρῶσιν, εὐθέως ἐπήγαγε, Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Πάντα ὅσα προσέταξεν ὁ Δημιουργὸς, φησὶν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀποκατέστη· διά τοι τοῦτο εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.