Ancient Greek
ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-6
Not analysed yet
Τίς ἂν κατ' ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν ἐπεστόμισε. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, φησὶ, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. Ἐπειδὴ γὰρ ἐφ' ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν, νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δημιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σκόπει πῶς συλλαβὼν τὰ δημιουργηθέντα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, Πάντα, πᾶσι τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν. Οὐδὲ γὰρ εἰποῦσα, Ἅπαντα, ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, Ὅσα ἐποίησε· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ, Καὶ ἰδοὺ καλὰ, καὶ, Λίαν καλὰ, φησὶ, τοῦτ' ἔστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργήματα προσείποι, τίς ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς ὑπὸ τοῦ Θεοῦ ῥηθεῖσιν; Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ' ἐναντίας τῷ φωτὶ, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ' ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ ἀτίθασσα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἕτερα θηρία θαλάττια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καὶ οὐ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἥμερα καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖνες, καὶ γῦπες, καὶ ἕτερα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρδάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ ἄνεμοι ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἴ τις καθ' ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει ἐφ' ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἵν' οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλεπόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; καὶ, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τί ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ' ἂν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζηται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλὰ, καὶ καλὰ λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κινούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γραφῇ, ὡς μαινόμενον ἀποστράφηθι· μᾶλλον δὲ μηδὲ ἀποστραφῇς, ἀλλ' ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ εἶπεν, Ἰδοὺ καλὰ λίαν· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέμεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶμεν τὴν παρ' ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάντων, τοῦτο ποιεῖν χρὴ, καὶ μαθόντας τὴν παρ' αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμοὺς, καὶ μηδὲν περαιτέρω τολμᾷν, ἀλλ' εἰδέναι καὶ πεπληροφορῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπίᾳ παρ' αὐτοῦ παρήχθη, καὶ οὐδέν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενημένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, αὐτὸς κατὰ τὴν αὑτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρωπίαν ἅπαντα παρήγαγε.