Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ ΛΓʹ Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-7
Not analysed yet
Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν. τὴν διδασκαλίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι. Τοῦτο γάρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστός φησιν· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Τί οὖν ἂν εἴη τούτου ἴσον, ὅταν δι' ὧν ἑτέροις τῶν πρωτείων παραχωροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι' ὧν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ' ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπιδειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστὶν, ἥνπερ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμενον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἄλλα πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρεσβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ· καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέον ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἢ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα. Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γάρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτό ἐστιν, ἀλλ' ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομένους. Ἂν δὲ νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾖ κατορθώματα ἑαυτῷ συνειδὼς, μὴ τοῦτο δὲ λογίζοιτο καθ' ἑαυτὸν, ὅτι πάντων ἐστὶν ἔσχατος, οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσούτων κατορθωμάτων. Τοῦτο γάρ ἐστι ταπεινοφροσύνη, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυτὸν καὶ ταπεινοῖ, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀληθὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τὴν λέγουσαν, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Σπουδάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.