Ancient Greek
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-10
Not analysed yet
Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἡμαρτημένων, ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθείς· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ' αὑτοῦ ἀποκρίσεως. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰτίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο παραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἵα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς τοσαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὐτὴ οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπάτησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, ἀλλ' ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφαλείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγκασεν, οὐκ ἐβιάσατο. Καὶ αὐτὴ πάλιν ἀπολογίαν συντιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνεργήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβουλὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερημένην. Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ' εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ' ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώτησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλεθρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴδετε μεθ' ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ' ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέπετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοιπὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ' ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ. Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενος ᾔδει, ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβουλῇ, καὶ τῇ βασκανίᾳ, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ' ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, Ποῦ εἶ; Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; τῇ δὲ ἔλεγε, Τί τοῦτο ἐποίησας; ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, Τί τοῦτο ἐποίησας; τῷ δὲ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ὅτι τὸ κακὸν, φησὶν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανίᾳ ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ' ἐμοῦ, Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.