Ancient Greek
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-17
Not analysed yet
Σκόπει, ἀγαπητὲ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ὅπως καθάπερ φίλος φίλῳ διαλεγόμενος, καὶ ἐγκαλῶν ὡς παραβάντι τὰ παρ' αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου. Μὴ γὰρ ἐστενοχώρησά σου, φησὶ, τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκὼς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπότην εἶ, καὶ ὀφείλεις ὑπακοήν τινα ἐπιδεικνύναι; Τίς οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυσιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ' οὕτω ταχέως εἰς τὴν παρ' ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τί σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; οὐ τῷ φόβῳ τοῦ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τίς ἄν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμενον; Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσασθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγαθοῖς λυμαίνηται; Ἀλλ' ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλὴν, καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας, καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἡμερότητα καὶ ἀνεξικακίαν ἄφατον; εἴδετε συγκατάβασιν πάντα λόγον καὶ διάνοιαν ὑπερβαίνουσαν; εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, θύρας αὐτῷ ἀνοῖξαι βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτηκότα τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσωμεν τοίνυν καὶ τοῦ καταδίκου, τί πρὸς ταῦτα ἀποκρίνεται. Καὶ εἶπε, φησὶν, ὁ Ἀδάμ· Ἡ γυνὴ, ἢν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέμοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθεὶς, φησὶ πρὸς αὐτὸν, Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Οἶδα, φησὶν, ἡμαρτηκὼς, ἀλλ' ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν. Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ. Πότε γὰρ προσεδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν παρ' ἑαυτῆς παραμυθίαν εἰσαγάγῃ; Σύ μοι αὐτὴν δέδωκας, σὺ αὐτὴν ἤγαγες πρός με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώμης. Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησὶ, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ' ἐμοῦ ῥηθέντων προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ' ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὁ φόβος τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυγεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; μὴ γὰρ ἠγνόεις; Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τούτοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνή σοι πρὸς τὴν παράβασιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ' οὐδὲ οὕτως ἀνεύθυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν παρ' ἐμοῦ ἐντολὴν, καὶ οὐ μόνον αὐτὸν σὲ παραιτήσασθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἡμαρτημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικὸς, καὶ διὰ σὲ ἐκείνη παρήχθη· σὺ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατεσπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτῃ δόξῃ περιβεβλημένος. Τίς σε οὖν κατ' ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγαθῶν; Ἀλλ' ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἂν, εἰ μὴ ἠβουλήθης, ἡ γυνή σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρεκάλεσε; μὴ γὰρ διελέχθη; μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετάληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ' ἐνόμισας ἠπατῆσθαι παρ' ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζόνων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ' ἐμοῦ ἠπατῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου; Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος τὸ προλαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχὴν, ὥστε μὴ τούτοις περιπεσεῖν, οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα παρ' οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἡμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυναικὶ μόνῃ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ.