Ancient Greek · ~25 min
ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-15
Not analysed yet
Εἶδες τίνας ἀνθρώπους οἶδε καλεῖν ἡ θεία Γραφή; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ' αὐτοῦ δημιουργηθέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· Ποιήσωμεν ἄνθρω πον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, τοῦτ' ἔστιν, ἵνα ἄρχων ᾖ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἄρχῃ, καὶ μὴ ἄρχηται. Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἢ ἄρχῃ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διά τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεία Γραφή φησιν, Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος. Ἰδοὺ καὶ ἕτερον ἐγκωμίου μέγιστον εἶδος, Δίκαιος· διὰ ταύτης τῆς προσηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δίκαιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόντων λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς φύσεως τῆς ἡμετέρας, φησὶ, Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ. Πάντα πληρώσας, φησὶν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γάρ ἐστι, Τέλειος), οὐδὲν ἐλλελοιπὼς, ἐν οὐδενὶ χωλεύων. Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτὼν, ἀλλ' ἐν πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπιδείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξασθαι βουληθείσῃ. Ἐν ἐκείνῃ τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονὼς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ γὰρ ἔφθην εἰπὼν, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύττουσα αὐτὸν ἡ θεία Γραφὴ, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι τὴν ψῆφον ἄνωθεν ἐδέξατο, εἰποῦσα, Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, φησί· Τῷ Θεῷ εὐηρέστησε Νῶε. Τοσαύτη ἦν τῆς ἀρετῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ἐπισπάσασθαι. Τῷ Θεῷ γὰρ, φησὶν, εὐηρέστησε Νῶε· ἵνα εἴπῃ ὅτι ἀπόδεκτος παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμένων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιωμένων πρᾶξις, καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάντων ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ, φησὶν, εὐηρέστησε Νῶε. Τίς ἂν τούτου μακαριστότερος γένοιτ' ἂν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετὴν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινέτην ἔχειν; Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλούτου, πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπάσης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπιδεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀληθὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καὶ ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὰς φοβερὰς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρὴ, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύωμεν. Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκπεσεῖν. Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἡ προσηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοημάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανόνας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκαλύπτωμεν. Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τί γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; ἢ πάλιν τί βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγενῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ; Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονὼς, καὶ τὴν τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεία Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυμάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλόμενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδέν ἐστι τὸ διακωλύον. Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρότερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ' ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω ἐφ' ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ' ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα. ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῆς γνώμης ἐξουσίᾳ, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἢ ἅπαντας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργὴν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζοντας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτιμῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας;