Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ ΚΓʹ Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-13
Not analysed yet
Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κινοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥᾴθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημάτων, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ' ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρηται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπέθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατεδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπομεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστραπὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ' ἀποστρέφουσαι τὰς ὄψεις τῇ προβολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυριάδες· οὗτος δι' ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι' ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο. Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία, τοσούτων διὰ τὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ἀνόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῆς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρακαλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ' ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τί μὲν ἡμῖν ἡμάρτηται, τί δὲ κατώρθωται· καὶ οὕτω τῶν ἡμαρτημένων τὴν διόρθωσιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώμεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.