Ancient Greek
ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-20
Not analysed yet
Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζήτει κατὰ ἀκολουθίαν ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι' αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνεσθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. Ἀπὸ τούτων γὰρ, φησὶ, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν; εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδέν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβουλευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατεξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι' αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ φλὸξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον. Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανὸν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκαλίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιᾶς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέβειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πίστεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λόγον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνασπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ καταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ ἰδιωτεία, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ παλαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ' εὐκολίας ἅπαντα εἰργάζοντο, δι' αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι τὴν προθυμίαν. Καὶ γάρ ποτε μὲν μαστιζόμενοι ἀνεχώρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ' Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὑπ' ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχοντο, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λόγον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότεροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρίζοντος ἑστῶτες καὶ λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Εἶδες παῤῥησίας μέγεθος; εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ τούτοις λογίζου τὰ γινόμενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτοὺς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· Ἄνδρες, τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, φησὶν, οὕτω κατεπλάγητε καὶ ἐκπεπληγμένοι ἐστὲ ἐπὶ τῷ γεγονότι; Μὴ γὰρ ἡμεῖς ἐσμεν οἱ τοῦτο ἐργασάμενοι, ἢ ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βαδίζειν παρασκευάσαντες; Τί ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἢ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα ἐργασάμενος· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἀπέναντι πάντων ὑμῶν.