Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΚΗʹ Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-18
Not analysed yet
Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σαφεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τούτου παῤῥησία γένοιτ' ἄν. Τί γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἄν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὢν, οὕτως ἀτάκτως μεμηνὸς, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητὲ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδάν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἀλλ' ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν γῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕτω πάντα διαπράττεται, ὑπ' οὐδενὸς τῶν ἀνθρωπίνων ἐμποδιζόμενος πρὸς τὸν κατ' ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος οὐ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πατρίδα ἐπειγόμενος. Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾷ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμὸν, εὐκόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ' ἀρετὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπό τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐκαταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνὸν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δημίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι φρουρούμενος οὐδὲ αἴσθησιν λαμβάνει τῶν ἀλγηδόνων τῶν σωματικῶν. Διὸ παρακαλῶ, ἵν' εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πόνους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδειξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διηνεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρόντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπείτω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀνδρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. Ἀνὴρ γὰρ, φησὶ, θυμώδης, οὐκ εὐσχήμων· καὶ πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. κἂν χρημάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμὸν, φεύγειν σπουδάζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μεταδιώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.