Ancient Greek
ΟΜΙΛΙΑ ΛΘʹ Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-30
Not analysed yet
Καὶ ἵνα μάθητε ἀκριβῶς, ἀγαπητοὶ, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τί γάρ φησιν, Ὀκτὼ ἡμερῶν παιδίον περιτμηθήσεται; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μὲν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῆς περιτομῆς τῆς σαρκός· δευτέρου δὲ, ἵνα δι' αὐτῶν τῶν ἔργων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχήν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γινῶσκον τὰ γινόμενα, μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γάρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γάρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρθωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν τὰ μέλλοντα δὲ καθ' ἑκάστην ἡμέραν φαντάζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακαθήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυχνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ἔτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγοντος περὶ τοῦ πατριάρχου· Καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ. Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πίστεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ, ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθεὶς, ὁ κατὰ ἀκρίβειαν τὸν νόμον παιδευθείς φησι· Μὴ νομίσητε, ὦ ἀναίσχυντοι Ἰουδαῖοι, ὅτι ἡ περιτομή τι εἰς δικαιοσύνην αὐτῷ συνετέλεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν ἐπιδειξάμενος, ἤκουσεν· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι' ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσποτείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεὸς, ὥσπερ αὐτὸν χωρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαὸς, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐτοῦ μέλλον τίκτεσθαι σπέρμα. Ἀλλ' εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυλάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε)· ἀλλ' ἡμεῖς πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν καταδεχώμεθα. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τί ἐστιν ἡ τοιαύτη περιτομὴ, ἐπήγαγε· Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι. Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ' ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιούτων. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός. Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοὶ, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν παθῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλαβώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ' ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.