Ancient Greek
ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-32
Not analysed yet
Ἀλλ' ὅμως ὁ δίκαιος οὗτος ὁρῶν τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐχ ἵσταται, ἀλλὰ πάλιν φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; Ἐπειδὴ γὰρ ἄφατος ἦν ἡ μακροθυμία, διὰ τοῦτο δεδοικὼς μὴ καὶ εἰς ἀγανάκτησιν τὴν κατ' αὐτοῦ κινήσειε τὸν παρακαλούμενον, φησί· Μή τι, Κύριε; Μὴ προπετές τι ποιῶ; μὴ ἀναίσχυντόν τι ἐπιδείκνυμι; μὴ καταγνώσεως ἄξιον πρᾶγμα διαπράττομαι, ἐὰν λαλήσω ἔτι ἅπαξ; Μετὰ τῆς πολλῆς ἐκείνης ἀγαθότητος ἔτι μίαν ἱκεσίαν δέξαι παρ' ἐμοῦ. Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Καὶ ἐπειδὴ προλαβὼν εἶπεν, Ἔτι ἅπαξ λαλήσω; Ἀπῆλθε, φησὶ, Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Εἴδετε τοῦ Δεσπότου τὴν συγκατάβασιν; εἴδετε τοῦ δικαίου τὴν φιλοστοργίαν; ἐμάθετε ὅση ἡ ἰσχὺς τῶν τὴν ἀρετὴν μετιόντων; Ἐὰν γὰρ εὑρεθῶσι, φησὶ, δέκα δίκαιοι, δι' ἐκείνους πᾶσι τὴν συγχώρησιν τῶν ἡμαρτημένων δωροῦμαι. Οὐ καλῶς ἔλεγον, ὅτι ταῦτα πάντα ἐγένετο, ἵνα μηδεμία καταλίπηται τοῖς μετὰ ταῦτα ἀναισχυντοῦσιν ἀντιλογίας ἀφορμή; Εἰσὶ γὰρ πολλοὶ τῶν μεμηνότων, ἀκόλαστον γλῶτταν ἔχοντες, καὶ αἰτιᾶσθαι βουλόμενοι καὶ λέγοντες· Τίνος ἕνεκεν ἐνεπρήσθη τὰ Σόδομα; Εἰ μακροθυμίας ἀπήλαυσαν, ἴσως ἂν μετενόησαν. Διὰ τοῦτο δείκνυσί σοι τῆς κακίας τὴν ἐπίτασιν, καὶ ὅτι ἐν τοσούτῳ πλήθει τοσαύτη ἦν σπάνις ἀρετῆς, ὡς ἑτέρου κλυδωνίου τοιούτου δεῖσθαι, οἷον πρότερον κατέλαβε τὴν οἰκουμένην. Ἀλλ' ἐπειδὴ ὑπόσχεσίς ἐστι τοῦ Θεοῦ, ὥστε μηκέτι τοιαύτην ἐπενεχθῆναι τιμωρίαν, διὰ τοῦτο ἕτερον τρόπον τιμωρίας ἐπάγει, ὁμοῦ κἀκείνους ὑπὸ τὴν τιμωρίαν ἄγων, καὶ τοῖς ἑξῆς ἅπασι διηνεκῆ τὴν διδασκαλίαν παρεχόμενος. Ἐπειδὴ γὰρ ἀνέτρεψαν τοὺς τῆς φύσεως νόμους, καὶ ξένας καὶ παρανόμους ἐπενόησαν μίξεις, διὰ τοῦτο ξένον τιμωρίας τὸν τρόπον ἐπήγαγε, διὰ τὴν ἐκείνων παρανομίαν καὶ τῆς γῆς τὴν γαστέρα πηρώσας, καὶ καταλιπὼν ὑπόμνημα διηνεκὲς ταῖς μετὰ ταῦτα γενεαῖς, ὥστε μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Καὶ ἔξεστι τῷ βουλομένῳ εἰς τοὺς τόπους ἀφικνεῖσθαι ἐκείνους, καὶ ὁρᾷν αὐτὴν, ὡς εἰπεῖν, τὴν γῆν βοῶσαν καὶ δεικνύουσαν τῆς τιμωρίας τὰ ἴχνη, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, ὡς χθὲς καὶ πρώην ἐπαχθείσης τῆς τιμωρίας, οὕτω καταφανὴς ἡ ἀγανάκτησις δείκνυται. Δι' ὃ, παρακαλῶ, ἐξ ὧν ἕτεροι τὴν δίκην ἔδοσαν ἡμεῖς σωφρονιζώμεθα. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τί οὖν; ἐπειδὴ ἐκεῖνοι οὕτως ἐκολάσθησαν, οὐκ εἰσὶ καὶ νῦν πολλοὶ τὰ αὐτὰ ἐκείνοις παρανομοῦντες, καὶ μὴ κολαζόμενοι; Ναί· ἀλλὰ τοῦτο μᾶλλον τιμωρίαν προξενήσει τοῖς τοιαῦτα παρανομοῦσι. Ὅταν γὰρ μήτε ἐκ τῶν εἰς ἐκείνους συμβεβηκότων σωφρονιζώμεθα, μήτε ἀπὸ τῆς μακροθυμίας τοῦ Θεοῦ κερδαίνωμέν τι, ἐννόησον καὶ ὅπως ἐκεῖνο τὸ ἄσβεστον πῦρ σφοδρότερον ἑαυτοῖς ὑπανάπτωμεν, καὶ τὸν σκώληκα πικρὸν ἐργαζώμεθα. Ἄλλως δὲ, ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Θεοῦ χάριν εἰσὶ καὶ νῦν ἐνάρετοι, δυσωπεῖν δυνάμενοι τὸν Δεσπότην, καθάπερ τότε ὁ πατριάρχης· εἰ καὶ ἡμεῖς ἐκ τοῦ τὰ καθ' ἑαυτοὺς σκοπεῖν, καὶ πρὸς τὴν ῥᾳθυμίαν ἀφορᾷν τὴν ἡμετέραν, νομίζομεν πολλὴν εἶναι τὴν σπάνιν τῆς ἀρετῆς· ὅμως διὰ τὴν ἐκείνων ἀρετὴν τὴν περὶ τούτους μακροθυμίαν ἐπιδείκνυται. Καὶ ἵνα μάθῃς ὅτι ἡ τῶν τοιούτων παῤῥησία τῆς μακροθυμίας ἡμῖν πρόξενος γίνεται, ἄκουσον ἐξ αὐτῆς ταύτης τῆς ἱστορίας, τί φησι πρὸς τὸν πατριάρχην, ὅτι Ἐὰν δέκα δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὴν πόλιν. Καὶ τί λέγω δέκα δικαίους; Οὐδεὶς εὑρέθη ἐκεῖ τῆς παρανομίας ἐκτὸς, εἰ μὴ μόνος Λὼτ ὁ δίκαιος, καὶ αἱ τούτου δύο θυγατέρες. Ἡ γὰρ γυνὴ δι' αὐτὸν ἴσως τὴν ἐν τῇ πόλει τιμωρίαν διαφυγοῦσα, ὕστερον τὴν δίκην ἔδωκε δι' οἰκείαν ῥᾳθυμίαν. Νυνὶ δὲ διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἐπειδὴ ἐπέδωκε τὰ τῆς εὐσεβείας, πολλοὶ καὶ ἐν μέσαις ταῖς πόλεσι λανθάνοντές εἰσι, δυνάμενοι δυσωπεῖν τὸν Θεὸν, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις ἕτεροι, καὶ ἡ τῶν ὀλίγων τούτων ἀρετὴ τὴν τῶν πολλῶν κακίαν ἀποκρύψαι δύναται· ἐπειδὴ πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης, καὶ πολλάκις οἶδε δι' ὀλίγους δικαίους τῶν πολλῶν χαρίζεσθαι τὴν σωτηρίαν. Καὶ τί λέγω δι' ὀλίγους δικαίους; Πολλάκις, ὅταν μὴ εὑρεθῇ ἐν τῷ παρόντι βίῳ δίκαιος, διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν τῶν ζώντων κήδεται, καὶ βοᾷ λέγων· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Εἰ καὶ αὐτοὶ, φησὶν, ἀνάξιοί εἰσι τοῦ σώζεσθαι, καὶ οὐδεμίαν ἀφορμὴν ἔχουσι σωτηρίας, ἀλλ' ἐπειδὴ τὸ φιλανθρωπεύεσθαι σύνηθες ἐμοὶ, καὶ περὶ τὸ ἐλεεῖν εἰμι ἕτοιμος, καὶ ἐξαρπάζειν τῶν δεινῶν, δι' ἐμαυτὸν ποιήσω καὶ διὰ τὸν παῖδά μου Δαυῒδ ὑπερασπισμόν· καὶ ὁ πρὸ τοσούτων ἐτῶν τοῦ βίου μεταστὰς, οὗτος αἴτιος τῆς σωτηρίας γίνεται τοῖς ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένοις. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς τιμᾷ τοὺς ἐν ἀρετῇ διαλάμποντας· πῶς αὐτοὺς προτίθησι, καὶ ἀνταξίους δείκνυσι παντὸς τοῦ πλήθους; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὗτος ἅπας, φησὶν, ὁ κόσμος, ὁ κατὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἂν εἴη ἰσοστάσιος τούτων τῶν ἐν θλίψεσι, τῶν ἐν κακουχίαις, τῶν γυμνητευόντων, τῶν περιιόντων, τῶν ἐν σπηλαίοις διαγόντων διὰ τὸν Θεόν.