Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-28
Not analysed yet
Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, ἄνδρα εὐτελὲς μὲν σχῆμα ἔξωθεν περικείμενον, ἀρετὴν δὲ ἔνδοθεν περιβεβλημένον, μὴ ἐξευτελίσῃς τοῦτον διὰ τὸ φαινόμενον, ἀλλὰ τὸν τῆς ψυχῆς πλοῦτον καταμάνθανε, καὶ τὴν ἔνδον περιφάνειαν, καὶ τότε ὄψει πανταχόθεν τὴν ἀρετὴν λάμπουσαν. Τοιοῦτος ἦν ὁ μακάριος Ἠλίας· μηλωτὴν μόνον εἶχε, καὶ ὁ τὴν πορφυρίδα περιβεβλημένος Ἀχαὰβ τῆς ἐκείνου μηλωτῆς ἐδεῖτο. Εἶδες τοῦ μὲν Ἀχαὰβ τὴν πενίαν, τοῦ δὲ Ἠλία τὸν πλοῦτον; Ὅρα καὶ τῆς δυνάμεως ὅσον τὸ μέσον. Ἡ μηλωτὴ τούτου τὸν οὐρανὸν ἀπέκλεισε· τῶν ὑετῶν ἔστησε τὴν φορὰν, καὶ ἡ γλῶσσα τοῦ προφήτου χαλινὸς ἐγένετο τῷ οὐρανῷ, καὶ ἐπὶ τρία ἔτη καὶ μῆνας ἓξ ὑετὸς οὐκ ἐγένετο· καὶ ὁ τὴν ἁλουργίδα καὶ τὸ διάδημα περικείμενος περιῄει τὸν προφήτην ἐπιζητῶν, καὶ οὐδὲν δυνάμενος κερδᾶναι ἐκ τῆς τοσαύτης δυναστείας. Ἀλλ' ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ εἶδεν ἀπὸ ζήλου καὶ πολλῆς θερμότητος τὸν προφήτην κινηθέντα, καὶ τὴν μεγάλην ταύτην τιμωρίαν ἐπαγαγόντα κατὰ πάσης τῆς γῆς, ὥστε μὴ καὶ αὐτὸν συναπολαῦσαι τῆς τιμωρίας, καὶ ὁμοίως τῇ ἐκείνων πονηρίᾳ κολάζεσθαι, φησὶ πρὸς αὑτόν· Ἐγερθεὶς πορεύθητι εἰς Σαρεπτὰ τῆς Σιδωνίας. Ἐκεῖ γὰρ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀναστὰς ἐπορεύθη. Ὅρα τοῦ Πνεύματος τὴν χάριν, ἀγαπητέ. Καὶ γὰρ καὶ χθὲς εἰς φιλοξενίαν ἡμῖν ὁ λόγος ἅπας κατέληξε, καὶ σήμερον ἰδοὺ ἡ φιλόξενος αὕτη χήρα εἰς τέλος ἡμῖν ἄγειν τὸν λόγον μέλλει. Καὶ παρεγένετο, φησὶ, πρὸς τὴν χήραν, καὶ εὗρεν αὐτὴν συλλέγουσαν ξύλα, καί φησι πρὸς αὐτήν· Δός μοι μικρὸν ὕδωρ, καὶ πίομαι. Ἡ δὲ ὑπήκουσε. Καί φησι πρὸς αὐτὴν πάλιν· Ποίησόν μοι ἐγκρυφίας, καὶ φάγομαι. Ἡ δὲ λοιπὸν ἐκκαλύπτει αὑτῆς τὴν ὑπερβάλλουσαν πενίαν, μᾶλλον δὲ τὸν ἄφατον πλοῦτον· ἡ γὰρ τῆς πενίας ἐπίτασις ἐδείκνυ τοῦ πλούτου τὸ μέγεθος. Ἡ δέ φησιν· Οὐκ ἔστι τῇ δούλῃ σου, εἰ μὴ δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία, καὶ ἀποθανούμεθα. Ἐλεεινὰ τὰ ῥήματα, καὶ αὐτὴν λιθίνην ψυχὴν ἱκανὰ ἐπικάμψαι. Οὐδεμία λοιπὸν, φησὶν, ἔσται ἐλπὶς σωτηρίας. Ἐπὶ θύραις τὰ τοῦ θανάτου. Τοῦτο μόνον ἡμῖν ὑπολέλειπται πρὸς ζωὴν, ὃ μόλις ἀρκέσει ἐμοὶ καὶ τοῖς παιδίοις. Ὅπερ ἦν μοι δυνατὸν, πεποίηκα· τοῦ ὕδατος μετέδωκα. Ἀλλ' ἵνα μάθωμεν καὶ τῆς γυναικὸς τὸ φιλόξενον, καὶ τοῦ δικαίου τὴν πολλὴν παῤῥησίαν, ὅρα τί γίνεται. Ἐπειδὴ ἔμαθεν ὁ προφήτης πάντα μετὰ ἀκριβείας, ἵνα ἐκκαλύψῃ ἡμῖν τὴν ἀρετὴν τῆς γυναικὸς (ὁ γὰρ Θεὸς ὁ εἰπὼν, ὅτι Ἐντέταλμαι γυναικὶ τοῦ διατρέφειν σε, αὐτὸς ἦν ὁ διὰ τοῦ προφήτου ἐνεργῶν), καί φησι πρὸς αὐτήν· Ποίησον ἐμοὶ πρῶτον, καὶ φάγομαι, καὶ τότε τοῖς τέκνοις σου. Ἀκούετε, γυναῖκες, αἱ πλούτῳ περιῤῥεόμεναι, καὶ εἰς μυρία ἀνόνητα καταναλίσκουσαι τὴν οἰκείαν περιουσίαν, καὶ οὐδὲ μετὰ τὴν οἰκείαν ἀπόλαυσιν πολλάκις καταδεχόμεναι ὀβολοὺς δύο προέσθαι τοῖς δεομένοις, ἢ ἀνδρί τινι τῶν ἐναρέτων διὰ τὸν Θεὸν πενομένῳ. Αὕτη δὲ οὐδὲν ἕτερον κεκτημένη, ἢ τὴν δράκα τοῦ ἀλεύρου, καὶ μέλλουσα κατὰ μικρὸν, ὅσον κατὰ τὸν ἑαυτῆς λογισμὸν, τῶν παίδων τὸν θάνατον ὁρᾷν, ἀκούσασα παρὰ τοῦ προφήτου, ὅτι Ἐμοὶ πρῶτον ποίησον, καὶ τότε σοὶ καὶ τοῖς παιδίοις σου, οὐκ ἐδυσχέρανεν, οὐκ ἠμέλλησεν, ἀλλ' ἐποίει τὸ ἐπιταχθὲν, παιδεύουσα πάντας ἡμᾶς προτιμᾷν τῆς οἰκείας ἀναπαύσεως τοὺς τοῦ Θεοῦ δούλους, καὶ μὴ ἁπλῶς παρατρέχειν τὰ τοιαῦτα κέρδη, ἀλλ' εἰδέναι ὅτι πολλὴ ἡ ὑπὲρ τούτων ἡμῖν ἀντίδοσις ἔσται. Ὅρα γοῦν ταύτην τὴν χήραν, ἀντὶ μιᾶς δρακὸς ἀλεύρου καὶ ὀλίγου ἐλαίου πῶς διηνεκῆ ἅλωνα ἐκτήσατο. Μετὰ γὰρ τὸ τραφῆναι τὸν προφήτην, οὔτε ἡ δρὰξ τοῦ ἀλεύρου ἐπέλειψεν, οὔτε ὁ καμψάκης τοῦ ἐλαίου, πάσης τῆς γῆς λιμῷ διαφθειρομένης. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐδὲ μόχθων ἐδεῖτο λοιπὸν, ἀλλ' εἶχεν ἕτοιμον διηνεκῶς τὸ ἄλευρον καὶ τὸ ἔλαιον, καὶ οὔτε γεωργίας ἔχρῃζεν, οὔτε τῆς τῶν βοῶν συνεργίας, οὔτε ἑτέρας τινὸς ἐπιμελείας, ἀλλὰ παρὰ φύσιν ἦν ἰδεῖν ἅπαντα συμβαίνοντα, Καὶ τοῦ βασιλέως τοῦ τὸ διάδημα περικειμένου ἐν ἀμηχανίᾳ ὄντος, καὶ λιμῷ διαφθειρομένου, χήρα ἡ πενιχρὰ, ἡ πάντων ἐστερημένη, ἐπειδὴ τὸν προφήτην ὑπεδέξατο, ἐν εὐπορίᾳ ἐτύγχανε διηνεκεῖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Εἶδες χθὲς οἵων ὁ πατριάρχης ἠξιώθη, δαψιλῆ τὴν φιλοξενίαν ἐπιδειξάμενος καὶ μετὰ πολλῆς τῆς θερμότητος· ὅρα καὶ ταύτην τὴν Σιδωνίαν ἀθρόον πλοῦτον ἄφατον κτησαμένην. Ἡ γὰρ γλῶσσα τοῦ προφήτου, ἡ τοῦ οὐρανοῦ τὰς ἡνίας ἐπισχοῦσα, αὕτη τοῦ ἀλεύρου τὴν δράκα πηγάσαι ἐποίησε, ταὶ τοῦ ἐλαίου τὸν καμψάκην.