Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ ΙΑʹ Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6-3
Not analysed yet
Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ' ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν ἀφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον, μονονουχὶ λέγων· μὴ γὰρ οὐκ οἶδα, ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς προσιστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν. Ἀλλὰ τί; Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λέγω, ὑπὲρ ἐγώ· εἶτα λοιπὸν ἐντεῦθεν ἐκεῖνα εἰς μέσον ἄγει, ὧν οἱ ψευδαπόστολοι οὐδὲν ἦσαν ἐπιδεδειγμένοι. Πῶς γὰρ οἱ καὶ τῇ ἀληθείᾳ πολεμοῦντες, πρὸς τὸ ἐμποδίσαι τῷ κηρύγματι τῆς εὐσεβείας πάντα διαπραττόμενοι, καὶ τῶν ἀφελεστέρων τὰς διανοίας παρασαλεύοντες; Εἰπὼν τοίνυν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; Ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπομεῖναι; Ναὶ, φησὶν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι τοιούτοις διηνεκῶς ἑαυτὸν κινδύνοις ἐξεδίδου διὰ τὸ κήρυγμα τοῖς θάνατον αὐτῷ τίκτουσιν, ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ' αὐτοῦ τὴν ὠφέλειαν. Ἐν θανάτοις, φησὶ, πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσιν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα· ἕκαστον γὰρ τούτων καθ' ἑαυτὸ μόνον πέλαγος ἡμῖν ὑποδείκνυσι πειρασμῶν. Οὐδὲ γὰρ ἁπλῶς ὁδοιπορίαν μίαν εἶπεν· ἀλλ', Ὁδοιπορίαις, φησὶ, πολλάκις· οὐδὲ κίνδυνον ποταμῶν, ἀλλὰ πολλοὺς καὶ διαφόρους κινδύνους, καὶ πάντα μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπέμεινε. Καὶ μετὰ ταῦτα ἅπαντα πάλιν φησίν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.