Ancient Greek · ~5 min
ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6-4
Not analysed yet
Εἶδες τοῦ Θεοῦ τὴν ἄφατον σοφίαν, ὅπως διὰ πάντων τὴν ὑπομονὴν τοῦ δικαίου βασανίσας, ὅτε ἀπαγορεύειν ἔδοξε καὶ αὐτὸς καὶ πάντες οἱ εἰς αὐτὸν ὁρῶντες, τῇ ἀνθρωπείᾳ φύσει κατακολουθοῦντες, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἤγαγε; Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, τὴν αὐτὴν τῷ δικαίῳ ὑπομονὴν ἐπιδεικνυώμεθα, καὶ μηδέποτε ναρκῶμεν, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφώμεθα, εἰδότες ὅτι οὔτε δυσκολία πραγμάτων, οὔτε ἕτερον τι τῶν ἀνθρωπίνων ἱκανὸν κώλυμα ἡμῖν γενέσθαι, ἐπειδὰν ἡ τοῦ Θεοῦ χάρις τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι βουληθῇ. Ὅταν γὰρ ἐκεῖνος νεύσῃ, πάντα εἴκει καὶ παραχωρεῖ, καὶ τὰ δύσκολα εὔκολα γίνεται, καὶ τὰ ἀδύνατα δυνατά· μόνον ἐὰν ἡμεῖς στεῤῥὰν τὴν εἰς αὐτὸν πίστιν ἐπιδεικνυώμεθα, καὶ πρὸς τὸ μέγεθος αὐτοῦ ἀφορῶντες, ἀνώτεροι γινώμεθα τῶν ἀνθρωπίνων ἁπάντων. Ὁ γὰρ τὰ μέλλοντα ἀγαθὰ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ὑποσχόμενος τοῖς μετ' ἀρετῆς τὴν ἐνταῦθα ζωὴν διανύουσιν, οὐ πολλῷ μᾶλλον καὶ τὰ ἐνταῦθα παρέξει, καὶ μάλιστα, ἐὰν ἡμεῖς ἐκείνων ἐφιέμενοι, τῶν παρόντων ὑπερορῶμεν; Τότε γὰρ αὐτῶν μάλιστα ἀπολαύσομεν μετὰ δαψιλείας, ὅταν αὐτῶν ὑπεριδεῖν βουληθῶμεν. Ταῦτ' οὖν εἰδότες, ἐκεῖνα ποθῶμεν τὰ μένοντα καὶ ἀκίνητα ἀγαθὰ, τὰ τέλος οὐκ ἐπιστάμενα, ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, κἀκείνων ἐπιτυχεῖν δυνηθῶμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.